[ ] Att. — init. s. IV a.
1 ἐνθάδε Πυθοκλῆς κεῖται πολλοῖσι ποθεινός,
καὶ Σάτυρος νέος ὢν ἔσχεν ἐπωνυμίαν.
[π]αῖς δὲ Ἡρακλείδο, μητρὸς δὲ Ἀριαστίδος ἐστί,
πατρὶς δ’ ἐστὶ Ἔφεσος κλενοτάτη πόλεων.
5 θρεφθὲς δ’ ἐν χθονὶ τῆιδε θάνεν μέγα πῆμα φίλοισ[ι]
τῆι τε κασιγνήτηι πένθεα πλεῖστα λιπών.
6a               vac. 0.12
7       Ἀριαστίς.   Πυθοκλῆς.
Search Help
Contact Us