[ ]
Att. — init. s. IV a.
| 1 | ἐνθάδε Πυθοκλῆς κεῖται πολλοῖσι ποθεινός, |
| καὶ Σάτυρος νέος ὢν ἔσχεν ἐπωνυμίαν. | |
| [π]αῖς δὲ Ἡρακλείδο, μητρὸς δὲ Ἀριαστίδος ἐστί, | |
| πατρὶς δ’ ἐστὶ Ἔφεσος κλενοτάτη πόλεων. | |
| 5 | θρεφθὲς δ’ ἐν χθονὶ τῆιδε θάνεν μέγα πῆμα φίλοισ[ι] |
| τῆι τε κασιγνήτηι πένθεα πλεῖστα λιπών. | |
| 6a | vac. 0.12 |
| 7 | Ἀριαστίς. Πυθοκλῆς. |