1 | Πό [Αἴ]λιος Φαῖδρος Σουνιεὺς υἱὸς τοῦ ἐξ Εὐπατριδῶν ἐξηγητοῦ καὶ ἱερονείκου καὶ ξυστάρχου Αἰλίου Θεοφίλου τοῦ |
Πι[στοτ]έλους Σουνιέως καὶ Κεκροπίας τῆς Ἀθηνίωνος Φαληρέως τοῦ διὰ βίου περιηγητοῦ θυγατρός. | |
Κεκροπία μὲν ἐμοὶ σαόφρων πέλει, ὦ ξένε, μήτηρ | |
ξυνὸν γῆς πατρίας οὔνομ’ ἐνεγκαμένη· | |
5 | [ἐ]κ δὲ πατρὸς γενόμην μεγακύδεος ἐν Κεκρόπεσσι |
Θεοφίλου, πρόγονοις καὶ γένει Εὐπατρίδου· | |
[οἷς τεκέ]ων καὶ πρὶν μὲν ἀνήρπασεν ἄγριος αἶσα | |
[τερπνῶν π]αρθενικὴν ἄνθος Ἀθηναίδα, | |
ἀμφὶ δ’ ἐμεῦ καὶ δῆμος ἅπας ἐδάκρυσεν Ἀθήνης | |
10 | εἵνεκεν ἡλικίας τ’ ἠδὲ σαοφροσύνης |
καὶ κάλλευς μελέων ἀνδρηίου. ὥς τε μάλιστα | |
παιδείᾳ πινυτῇ καὶ σοφίῃ μελόμην. | |
δάκρυα δ’ οὐ ψύχει γενέτης ἐμὸς οἰκτρὸς ὀλέσσας | |
εὐφροσύνην βιότου καὶ χέρα γηροκόμον. | |
15 | μέτρον μοι ζωῆς ἔτη εἴκοσιν, οὔνομα Φαῖδρος, |
χήρας Λευκείας λέκτρ’ ἀλόχου λιπόμην· | |
κούρην δ’ ἣν τέκομεν, γεραροὶ κομέουσι τοκῆες | |
βαιὴν ἀντὶ τόσης, δύσμοροι, ἀγλαίης. |
IG II²
7447