[ ] Att. — stoich. 52 — 418/7 a.
1 θεοί·
[ἔ]δοχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Πανδιονὶς ἐπρυτάνευε, Ἀριστόχ-
[σ]ενος ἐγραμμάτευε, Ἀντιοχίδες ἐπεστάτει, Ἀντιφο͂ν ἐ͂ρχε, Ἀδόσιο-
[ς ε]ἶπε· ἐ͂ρχσαι τὸ ℎιερὸν το͂ Κόδρο καὶ το͂ Νελέος καὶ τε͂ς Βασίλες κ[α]-
5 ὶ μισθο͂σαι τὸ τέμενος κατὰ τὰς συνγραφάς. οἱ δὲ πολεταὶ τὲν ἐ͂ρχσ[ι]-
ν̣ ἀπομισθοσάντον. τὸ δὲ τέμενος ὁ βασιλεὺς ἀπομισθοσάτο κατὰ [τ]-
ὰς χσυνγραφὰς, καὶ τὸς ὁριστὰς ἐπιπέμφσαι ὁρίσαι τὰ ℎιερὰ ταῦτα,
ὅπος ἂν ἔχει ὁς βέλτιστα καὶ εὐσεβέστα<τα>. τὸ δὲ ἀργύριον ἐς τὲν ἐ͂ρχ-
σιν ἀπὸ το͂ τεμένος εἶναι. πρᾶχσαι δὲ ταῦτα πρὶν ἢ ἐχσιέναι τένδε
10 τὲν βολέν, ἢ εὐθύνεσθαι χιλίασι δραχμε͂σι ἕκαστον κατὰ τὰ εἰρε-
μένα v Ἀδόσιος εἶπε· τὰ μὲν ἄλλα καθάπερ τε͂ι βολε͂ι, ὁ δὲ βασιλεὺς μ-
[ι]σθοσάτο καὶ οἱ πολεταὶ τὸ τέμενος το͂ Νελέος καὶ τε͂ς Βασίλες κα-
[τ]ὰ τὰς χσυνγραφὰς εἴκοσι ἔτε· τὸν δὲ μισθοσάμενον ἐ͂ρχσαι τὸ ℎιε-
[ρ]ὸν το͂ Κόδρο καὶ το͂ Νελέος καὶ τε͂ς Βασίλες τοῖς ἑαυτο͂ τέλεσιν· ὁπ-
15 [ό]σεν δ’ ἂν ἄλφει μίσ[θ]οσιν τὸ τέμενος κατὰ τὸν ἐνιαυτὸν ἕκαστον, κ-
αταβαλλέτο τὸ ἀργύριον ἐπὶ τε͂ς ἐνάτες πρυτανείας τοῖς ἀποδέκ-
ται[ς], οἱ δὲ ἀποδέκται τοῖς ταμίαισι το͂ν ἄλλον θεο͂ν παραδιδόντον
[κ]ατὰ τὸν νόμον· ὁ δὲ βασιλεὺς ἐὰν μὲ ποιέσει τὰ ἐφσεφισμένα ἒ ἄλλ-
ος τις οἷς προτέτακται περὶ τούτον ἐπὶ τε͂ς Αἰγείδος πρυτανεί-
20 ας, εὐθυνέσθω μυρίεσι δραχμε͂σιν. τὸν δὲ ἐονεμένον τὲν ἰλὺν ἐκκο-
μίσασθαι ἐκ τε͂ς τάφρο ἐπὶ τε͂σδε τε͂ς βολε͂ς ἀποδόντα τὸ ἀργύριον
το͂ι Νελεῖ ὅσο ἐπρίατο· ὁ δὲ βασιλεὺς ἐχσαλεψάτο τὸν πριάμενον τ-
ὴν ἰλύν, ἐπειδὰν ἀποδο͂ι τὲμ μίσθοσιν· τὸν δὲ μισθοσάμενον τὸ τέμ-
ενος καὶ ὁπόσο ἂν μισθόσεται ἀντενγραφσάτο ὁ βασιλεὺς ἐς τὸν τ-
25 οῖχον καὶ τὸς ἐγγυετὰς κατὰ τὸν νόμον ὅσπερ κεῖται το͂ν τεμενο͂ν.
τὸ δὲ φσέφισμα τόδε, ὅπος ἂν ἐ͂ι εἰδέναι το͂[ι] βολομένοι, ἀναγράφσα-
ς ὁ γραμματεὺς ὁ τε͂ς βολε͂ς ἐν στέλει λιθίνει καταθέτο ἐν το͂ι Νελεί-
οι παρὰ τὰ ἴκρια· οἱ δὲ κολακρέται δόντον τὸ ἀργύριον ἐς ταῦτα vv
μισθο͂ν δὲ βασιλέα τὸ τέμενος το͂ Νελέος καὶ τε͂ς Βασίλες κατὰ
30 τάδε· τὸν μισθοσάμενον ἐ͂ρχσαι μὲν τὸ ℎιερὸν το͂ Κόδρο καὶ το͂ Νελέ-
ος καὶ τε͂ς Βασίλες κατὰ τὰς χσυνγραφὰς ἐπὶ τε͂ς βολε͂ς τε͂ς εἰσιόσ-
ες, τὸ δὲ τ[έ]μ̣ενο[ς] το͂ Νελέος καὶ τε͂ς Βασίλες κατὰ τάδε ἐργάζεσθαι·
φυτεῦσαι φυτευτέρια ἐλαο͂ν μὲ ὄλεζον ἒ διακόσια, πλέονα δὲ ἐὰν β-
όλεται, καὶ τε͂ς τάφρο καὶ το͂ ὕδατος κρατε͂ν το͂ ἐγ Διὸς τὸν μισθοσά-
35 μενον, ὁπόσον ἐντὸς ῥεῖ το͂ Διονυσίο καὶ το͂ν πυλο͂ν ἑ͂<ι> ἅλαδε ἐ[χ]σελα-
ύνοσιν οἱ μύσται καὶ ὁπόσον ἐντὸς τε͂ς οἰκίας τε͂ς δεμοσίας καὶ τ-
ο͂ν πυλο͂ν αἳ ἐπὶ τὸ Ἰσθμονίκο βαλανεῖον ἐκφέροσι· μισθο͂ν δὲ κατὰ
εἴκοσι ἐτο͂ν.
Search Help
Contact Us