[ ] Att. — stoich. 21 — 421/0 a.
1 Προκλέες Ἀτάρβο Εὐον-
υμ<ε>ὺς <ἐ>γραμμάτευε.
ἔδοχσεν τε͂ι̣ βολε͂ι καὶ το͂ι
δέμοι· ℎιπποθοντὶς ἐπρυτ-
5 άνευε, Προκλε͂ς ἐγραμμάτε-
υε, Τιμίας ἐπεστάτε, Ἀριστ-
ίον ἐ͂ρχε, Θρασυκλέες εἶπε·
ἐπαινέσαι Ἀστέαν τὸν Ἀλε-
όν, ℎότι εὖ ποεῖ Ἀθεναίος κ̣-
10 αὶ ἰδίαι καδεμοσίαι τὸν ἀ-
φικνόμενον καὶ νῦν καὶ ἐν
το͂ι πρόσθεν χρόνοι, καὶ ἀν-
αγραφσάτο πρόχσενον καὶ
εὐεργέτεν Ἀθεναίον καθά-
15 περ Πολύστρατον τὸν Φλει-
άσιον ἐστέλει λιθίνει ὁ γ-
ραμματεὺς ℎο τε͂ς βολε͂ς κα-
ὶ καταθέτο ἐν πόλει· τὸ δὲ ἀ-
ργύριον δόντον ℎ<ο> κολακρ-
20 έται.
         vacat 0.03
Search Help