[ ] Euboia — Eretria — ca. 100 BC
[— — — — — — — — — — — — — — — — — — — — — — — μεγαλο]-
1 [ψυχίαν ἐκτενῆ καθιστάνων πρὸς] τὸν δ[ῆμο]ν βουλόμενός
[τε τῆς ἑαυτοῦ καλοκἀ]γαθία[ς] τε καὶ εὐνοίας ἧς ἔχει
[πρὸς τὸν δῆμον ἀθάνατ]ον ὑπόμνημα καταλιπεῖν εἰς
[τὸν ἅπαντα χρόνον ἀνατέθ]εικεν ἐκ τοῦ ἰδίου βίου τῷ δήμῳ εἰς
5 [ἐλαιοχρείστιον ἀργυρίου δρ(αχμὰς)] τετρακισμυρίας εἵνεκεν τοῦ
[δανειζομένου τοῦ προγε]γραμμένου πλήθους ἐπὶ ὑποθήκαις
[ἀξιοχρέοσιν καταγοράζε]σθαι ἀπὸ τοῦ πίπτοντος κατ’ ἐνιαυ-
[τὸν τόκου ἔλαιον εἰς τὸ γυμ]νάσιον, γινομένης ἐγδόσεως
[ὑπὸ τῶν ἐπὶ ταῦτα τεταγμ]ένων ἀρχόντων, τόν τε δῆμον
10 [κουφίζεσθαι τῆς δαπάνης] ταύτης· ὅπως οὖν καὶ ὁ δῆμος εὐχάρισ-
[τος φαίνηται τιμῶν τοὺς ἀρετῆ]ι καὶ δόξῃ διαφέροντας ἄνδρας
[ζηλωταί τε πολλοὶ τῶν ὁμοίων] γίνωνται τιμωμένων ἀεὶ τῶν κα-
[λῶν καὶ ἀγαθῶν ἀνδρῶν τύ]χῃ ἀγαθῇ· vac. δεδόχθαι τοῖς τε συν-
[έδροις καὶ τῷ δήμῳ ἐπαινέ]σαι Θεόπομπον Ἀρχεδήμου
15 [ἐπί τε τῇ εὐνοίᾳ καὶ φιλοδο]ξίᾳ ᾗ ἔχει πρὸς τὸν δῆμον καὶ ἐ-
[πὶ τῷ ἀπὸ τῆς πρώτης ἡλικίας τῶ]ν καλλίστων ζηλωτὴν γεινό-
[μενον ἀπόδειξιν πεποιῆ]σθαι ἧς ἔχει πρὸς τὰ κοινὰ πράγ-
[ματα μεγαλοψυχίας καὶ σ]τεφανῶσαι αὐτὸν χρυσῷ στε-
[φάνῳ καὶ εἰκόσιν χαλκαῖς δ]υσίν, ὧν τὴν μὲν μίαν στῆσαι
20 [ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδο]ς τῆς Ἀμαρυσίας ἐν τῷ ἐπιφανεσ-
[τάτῳ τόπῳ, τὴν δὲ ἄλλην ἐν] τῷ γυμνασίῳ ἐπιγράψαντας
["ὁ δῆμος ὁ Ἐρετριέων Θεόπομ]πον Ἀρχεδήμου ἀρετῆς ἕνεκεν
[καὶ εὐνοίας τῆς εἰς αὑτόν"· ἀναγρ]άψαι δὲ τόδε τὸ ψήφισμα εἰς στή-
[λας λιθίνας δύο καὶ ἀναθεῖναι παρ]ὰ τὰς εἰκόνας, ὅπως ἐπιφανὴ-
25 [ς ὑπάρχῃ τοῖς τε πολίταις πᾶσιν κ]αὶ τῶν ξένων τοῖς παρεπιδη-
[μοῦσι ἥ τε τοῦ ἀνδρὸς μεγαλομέρ]εια καὶ καλοκἀγαθία καὶ ἡ τοῦ
[δήμου εὐχαριστία εἰς τοὺς καλο]ὺς καὶ ἀγαθοὺς ἄνδρας καὶ πολλο-
[ὶ ζηλωταὶ γίνωνται τῶν ὁμοίων· ἀναγορ]εύεσθαί τε τὰς τιμὰς Διονυσ-
[ίοις τε, ἐν ᾗ συντελεῖται τοῦ Διον]ύσου ἡ πομπή, καὶ Ἀρτεμισίων
30 [τῷ ἀγῶνι τῆς πυρρίχης· τοῦ δὲ κηρύ]γματος ἐπιμελεῖσθαι κατ’ ἐνιαυ-
[τὸν τοὺς προβούλους τοὺς ἀεὶ ἐν ἀρχ]ῇ ὄντας· ἐπιγράψαι δὲ καὶ ἐπὶ
[τὰς ἑσταμένας ὑπ’ αὐτοῦ εἰκόνας τῶ]ν τε υἱῶν καὶ τῆς θυγατρός,
[διότι ἀνατίθησιν αὐτὰς ὁ δῆμος ὁ Ἐ]ρετριέων ἀρετῆς ἕνεκε[ν]
[καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· ὅπως δὲ] μένῃ τὸ ἀνακείμενον
35 [ἀσφαλῶς κατὰ τὴν τοῦ ἀναθέντος β]ούλησιν καὶ εἰς ἄλλο μη-
[θὲν ᾖ καταχρήσασθαι, μηθενὶ ἐξουσίαν] εἶναι ἀπὸ τούτου <τοῦ> διαφ[ό]-
[ρου μηδὲ ἀπὸ τοῦ πίπτοντος ἀπ’ αὐτοῦ τόκ]ου μήτε καταχρήσα-
[σθαι εἰς ἄλλο μηθὲν μήτε ἐπιψηφίσασθαι μήτ]ε ἐπερωτῆσαι· εἰ
[δὲ μή, ὅ τε γράψας ἢ ἐπερωτήσας ὀφειλέτω ἱερὰς τῆ]ς Ἀρτέμιδος δ-
40 [ραχμὰς ἑξακισμυρίας καὶ ἔστω ἀπαγωγὴ κατ’ αὐτ]οῦ [τ]ῷ βουλο-
[μένῳ ἐπὶ τῷ τρίτῳ μέρει πρὸς τοὺς ἄρχοντας — — — — — — — —]
Search Help
Contact Us