[ ] Euboia — Karystos — forgery?
1       θεοί·
Κλεόδωρος Κλεοδώρου εἶπεν·
ἐπειδὴ Φίλων Ἀθηνίωνος Ἀθη-
ναῖος ἀνὴρ ἀγαθός ἐστι περὶ
5 τὸν δῆμον τὸν Καρυστίων ἀγα-
θῆι τύχηι ἐπαινέσαι αὐτὸν κ-
αὶ εἶναι αὐτὸν πρόξενον καὶ
εὐεργέτην αὐτὸν καὶ τοὺς ἐκ-
γόνους· ἀναγράψαι δὲ καὶ τὴν
10 προξενίαν ἐν στήληι λιθίνη-
ι καὶ στῆσαι ἐν τῶι τοῦ Ἀπόλλ-
ωνος ἱερῶι καὶ εἶναι αὐτοῖς
πρόσοδον πρὸς τὴν βουλὴν κα-
ὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱε-
15 ρά.
Search Help
Contact Us