[ ] Euboia — Histiaia — ca. 265 BC — cf. IG XII, Suppl. 198,1187
1 ἀγαθῆι τύχηι. ἐπ’ ἀρχόντων Φύτωνος
ἐκ Πρωτείου, Φιλοστράτου Εἰλυμνιέως,
Εὐφραντίδου Διέως, Ἀριστομένου ἐξ
Ἄνω λόφο[υ], Φιλεταίρου ἐξ Ἰρίστου, Λύκωνος
5 Εἰριέως, ἱεροθύτου Τιμησιθέου, τοῖσδε
ἔδωκεν ὁ δῆμος προξενίαν αὐτοῖς
καὶ ἐκγόνοις κατὰ τὸν νόμον·
Ἴδαι Δρωνίλου Ἐχιναίωι
Φαίακι Τιμασία Ἐχιναίωι
10 Ὑβρίλαι Ἰδρόμα Ἐχιναίωι
Θευδώρωι Διονυσίου Σιδωνίωι
Φιλίτ[ω]ι Μνησιβούλου Ἀθηναίωι
Εὐθυκρί[τ]ωι Εὐθυκρίτου Ἀθηναίωι
Λακλείδ[α]ι Ἄχνωνος Φωκεῖ
15 Ἀρχίππωι Εὐξένου Συρακοσίωι
Ἀρτεμιδώρωι Μέλανος Φασηλίτηι
Ἀσκλη[π]ιάδηι Ἡροδότου Σαμίωι
Διφίλωι Πολυώρου Τενεδίωι
Λέοντι Πανταλέοντος Ταραντίνωι
20 Φιλοχάρει Αὐτοκλέους Κυρηναίωι
Εὐρύαι Στρατονίκου Αἰτωλῶι
Νικοφῶντι Ἀριστολάου Λοκρῶι
Θευδώρωι Δαμοξένου Ἡρακλεώτηι
Παυσιμάχωι Π[ρ]ωτέου Ἁλικαρνασσεῖ
25 Λυκόφρονι Κινέου Ἡρακλεώτηι
Ἡρακλείτωι Ἀσκληπιάδου Ἁλικαρνασσεῖ
Ἀγαθάρχωι Εὐφάνου Κυτινιεῖ
Δορκίναι Εὐχείρου Ἐχιναίωι
Ἀριστοβούλωι Πεισιλάου Καλχηδονίωι
30 Ἀμύνται Μένωνος Μακεδόνι ἐξ Αἰγέων
Ἀριστοβούλωι Περσαίου
Ἀπολλοδώρωι Ἡρακλείδου Κυζικηνῶι
[Κ]αλλίαι Ἑρμαφίλου Τενεδίωι
[Ἀγ]αθάρχωι Δημοκρίτου Ἀχαιῶι ἐξ Αἰγίρας
35 [Ἰά]σονι Δημοκλέους Ἐρυθραίωι
․c.6․․ωι Ἀγεμάχου Ἀχαιῶι ἐγ Λαρίσης
․․c.7․․ωι Ἀρχεδήμου Μακεδόνι ἐκ Θετταλονίκη[ς]
․․․c.9․․․έξεως Μακεδόνι ἐκ Θετταλονίκης
․․․․c.12․․․․τ̣ους Μακεδόνι.
Search Help