[ ]
Euboia — Chalkis, area of — Politika — 2nd c. AD — cf. IG XII, Suppl. 196,1179
1 | χαῖρον ἐγὼ λοετροῖσι καὶ |
εἰσέτι τοῖσδ’ ἐσορῶμαι | | |
Ἀμφικλέης ∶ χώρου | |
δεσπόσυνος φιλίου. | | |
5 | ναὶ μὴν καὶ γένεος φερε- |
κυδέος ἐξ ὑπάτων με | | |
δέρκεο ∶ Πειεριδῶν ❦ | |
οὔποτε λησάμενον· | | |
κρατὶ δ’ ἐπῃώρηντ’ ὄπι- | |
10 | θεν κομόωσαι ἔθειραι· | |
οὐ γὰρ ἕκερσ’ ἥβα, ἀλ- | |
λὰ πότμος προλαβών. | |
12a | {²membrum}² |
13 | προαγορεύω τοῖς κατὰ τὸν χῶρον τόνδε· |
ἐπικατάρατος ὅστις μὴ φείδοιτο | |
15 | κατὰ τόνδε τὸν χῶρον τοῦδε |
τοῦ ἔργου καὶ τῆς εἰκόνος τῆς | |
εἱδρυμένης, ἀλλὰ ἀτειμάσει | |
ἢ μεταθήσει ὅρους ἐξ ὅρων | |
ἢ ὑβρίσει μιάνας ∙ ἢ αἰκίσεται | |
20 | ἢ θραύσει ∙ ἤ τι μέρος ∙ ἢ σύμπαν |
ἢ εἰς γῆν ἀνατρέψει ∙ καὶ κατα- | |
σκεδάσει ∙ καὶ ἀμαυρώσει ∙ τοῦ- | |
τόν τε θεὸς πατάξαι ἀπορίᾳ ∙ καὶ | |
πυρετῷ ∙ καὶ ῥίγει ∙ καὶ ἐρεθισμῷ | |
25 | καὶ ∙ ἀνεμοφθορίᾳ ∙ καὶ παραπλη- |
ξίᾳ ∙ καὶ ἀορασίᾳ ∙ καὶ ἐκστάσει δια- | |
νοίας ∙ καὶ εἴη ἀφανῆ τὰ κτήμα- | |
τα αὐτοῦ ∙ μὴ γῆ βατὴ ∙ μὴ θά- | |
λαττα πλωτή ∙ μὴ παίδων γο- | |
30 | νή ∙ μηδὲ οἶκος αὔξοιτο ∙ μηδὲ |
καρπῶν ἀπολαύοι ∙ μηδὲ οἴκου, | |
μὴ φωτός ∙ μὴ χρήσεως ∙ μηδὲ | |
κτήσεως ∙ ἐπισκόπους δὲ ἔχοι | |
Ἐρεινύας· | |
35 | εἰ δέ τις εὐθετοίη ∙ καὶ τηροίη |
καὶ συμφυλάττοι, τῶν λῴων | |
ἀπολαύοι ∙ εὐλογοῖτό τε ἐν | |
παντὶ δήμῳ, καὶ πληθύοι αὐ- | |
τῷ οἶκος παίδων γοναῖς ∙ καὶ | |
40 | καρπῶν ἀπολαύσεσιν ∙ ἐπισκο- |
ποίη δὲ Χάρις καὶ Ὑγεία. |