[ ] Euboia — Chalkis, area of — Politika — 2nd c. AD — cf. IG XII, Suppl. 196,1179
1 χαῖρον ἐγὼ λοετροῖσι καὶ
εἰσέτι τοῖσδ’ ἐσορῶμαι |
Ἀμφικλέης ∶ χώρου
δεσπόσυνος φιλίου. |
5 ναὶ μὴν καὶ γένεος φερε-
κυδέος ἐξ ὑπάτων με |
δέρκεο ∶ Πειεριδῶν   ❦
οὔποτε λησάμενον· |
κρατὶ δ’ ἐπῃώρηντ’ ὄπι-
10 θεν κομόωσαι ἔθειραι· |
οὐ γὰρ ἕκερσ’ ἥβα, ἀλ-
λὰ πότμος προλαβών.
12a      {²membrum
13 προαγορεύω τοῖς κατὰ τὸν χῶρον τόνδε·
  ἐπικατάρατος ὅστις μὴ φείδοιτο
15   κατὰ τόνδε τὸν χῶρον τοῦδε
  τοῦ ἔργου καὶ τῆς εἰκόνος τῆς
  εἱδρυμένης, ἀλλὰ ἀτειμάσει
  ἢ μεταθήσει ὅρους ἐξ ὅρων
  ἢ ὑβρίσει μιάνας ∙ ἢ αἰκίσεται
20   ἢ θραύσει ∙ ἤ τι μέρος ∙ ἢ σύμπαν
  ἢ εἰς γῆν ἀνατρέψει ∙ καὶ κατα-
  σκεδάσει ∙ καὶ ἀμαυρώσει ∙ τοῦ-
  τόν τε θεὸς πατάξαι ἀπορίᾳ ∙ καὶ
  πυρετῷ ∙ καὶ ῥίγει ∙ καὶ ἐρεθισμῷ
25   καὶ ∙ ἀνεμοφθορίᾳ ∙ καὶ παραπλη-
  ξίᾳ ∙ καὶ ἀορασίᾳ ∙ καὶ ἐκστάσει δια-
  νοίας ∙ καὶ εἴη ἀφανῆ τὰ κτήμα-
  τα αὐτοῦ ∙ μὴ γῆ βατὴ ∙ μὴ θά-
  λαττα πλωτή ∙ μὴ παίδων γο-
30   νή ∙ μηδὲ οἶκος αὔξοιτο ∙ μηδὲ
  καρπῶν ἀπολαύοι ∙ μηδὲ οἴκου,
  μὴ φωτός ∙ μὴ χρήσεως ∙ μηδὲ
  κτήσεως ∙ ἐπισκόπους δὲ ἔχοι
  Ἐρεινύας·
35   εἰ δέ τις εὐθετοίη ∙ καὶ τηροίη
  καὶ συμφυλάττοι, τῶν λῴων
  ἀπολαύοι ∙ εὐλογοῖτό τε ἐν
  παντὶ δήμῳ, καὶ πληθύοι αὐ-
  τῷ οἶκος παίδων γοναῖς ∙ καὶ
40   καρπῶν ἀπολαύσεσιν ∙ ἐπισκο-
ποίη δὲ Χάρις καὶ Ὑγεία.
Search Help
Contact Us