[ ] Euboia — Chalkis
1 προαγορεύω τοῖς [κα]τὰ [χ][ρον τ][νδε]
[ἐπι]κ̣ατάρατος, ὅστ[ις] μὴ [φε]οι]το κ[α]τὰ τόν[δε τὸν]
[χ]ῶρον τοῦδε τοῦ ἔργου καὶ τ[ῆ]ς ε[ἰκ]όνος [τῆς εἱδρυμέ]-
[νης], ἀλλὰ ἀτειμάσει ἢ μεταθήσει ὅρους ἐξ ὅρων [ἢ ὑβρίσει]
5 [μιάν]ας ἢ αἰκίσεται ἢ θραύσει ἤ τι μέρος ἢ σύμπαν ἢ [εἰς γῆν ἀνα]-
[τρέψ]ει καὶ κατασκεδάσει κα[ὶ ἀμ]αυ[ρώ]σει· τοῦτόν τε θεὸς [πατάξαι]
[ἀπ]ορίᾳ καὶ πυρετῷ καὶ ῥείγει καὶ [ἐρ]εθ[ι]σμ[ῷ] καὶ ἀνεμοφθ[ορίᾳ]
[καὶ παραπληξίᾳ] καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας· [καὶ εἴη ἀφανῆ]
[τὰ κτ]ήματα αὐτοῦ, μὴ γῆ βατή, μ[ὴ θάλα]ττα πλ[ωτ]ή, μ[ὴ παίδων]
10 [γονή]· μηδὲ οἶκος αὔξοιτο [μη]δὲ καρπῶν ἀπολαύ[οι μηδὲ οἴκου],
[μὴ φ]ωτός, μὴ χρήσεως μηδὲ κτήσεως, ἐπισκό[πους δὲ ἔχοι]
[Ἐρε]ινύας.
[εἰ δέ] τις εὐθετοίη καὶ τηροίη καὶ συμφυλ[άττοι, τῶν λῴων]
[ἀπο]λαύοι, εὐλογοῖτό τε ἐν παντὶ δήμ[ῳ, καὶ πληθύοι]
15 [αὐτῷ ο]ἶκος παίδων γοναῖς καὶ καρπ[ῶν ἀπολαύσεσιν, ἐπισκο]-
[ποίη δὲ] Χάρις καὶ Ὑγεία.
Search Help
Contact Us