[ ]
Euboia — Chalkis — cf. Addenda p.177 — cf. IG XII, Suppl. 195,954
1 | Ἀπατούριος |
Δα[μα]ρμένου | |
χαῖρε. | |
[ἐ]νθά[δε κηρὶ δα]μ[έ]ντα τὸν ἔξοχον ἐν πραπίδεσσι | |
5 | [Ε]ὐ[βο]ί[ας ἐρατ]ᾶς ἅδε κέκευθε κόνις, |
[ἐ]σθλὸν ἐ[ν ἠϊθέοι]ς Ἀπατούριον, ὅνθ’ Ἑκαδήμου | |
[λέ]σχαι κ[αὶ σοφία]ς μῦθος ἐ[π]άγλαισεν. | |
[πο]λλὰ σὺ μ[ὲν λείβ]ων πάριθι, ξένε, δάκρυα κανθοῖς· | |
οὐχ ὁσίη [κενεὰς τ]ῶιδε νέμειν χάριτας. | |
10 | [ἀλ]λὰ προ[φωνή]σας ὄνομα κλυτὸν ἔννεπε χαίρειν, |
[καὶ] τὸ παρ[ερχομένοι]ς ξυνὸν ἀμειβόμενος· | |
[β]ῶ[λός] σοι κο[ύφα] Ἐλεφηνορὶς ὀστέα κρύπτοι | |
[ἀ]ν[θο]φυὴς [μεγάλα]ς εἵνεκα σωφροσύνας. |