[ ] Euboia — Chalkis — 3rd c. BC
1 [— — — — — — — — — — — — τοὺ]ς π̣ρ[ο]σ̣πορευομ<έ>-
[νους· ἀγαθῆι τύχηι· δεδόχθ]αι τῶι κοινῶι ἀεναυ-
[τῶν {²⁶ἀειναυτῶν}²⁶ ἐπαινέσαι — — — — — —]β̣ουλον Διονυσοφάνου̣
[καὶ στεφανῶσαι δάφ]νης στεφάνωι δικαιοσύ̣-
5 [νης ἕνεκα τῆς περὶ τὰ] κοινὰ καὶ φιλοτιμίας· ἀνα-
[γράψαι δὲ τόδε τὸ ψήφ]ισμα εἰς στήλην λιθίνην
[καὶ ἀναθεῖναι, ὅπου ἂν δ]όξηι τοῦ ἱεροῦ ἐν καλλί-
[στωι εἶναι· τὸ δ’ ἀνάλωμα] ἐναπολογίσασθαι τῶ<ι>
[κοινῶι τὸν γραμματέα] Ἀρχέμαχον.
Search Help
Contact Us