1 | Πούβλ(ιος) Ἀμπέλιος ὁ λαμ(πρότατος) ἀνθ(ύπατος) |
λέγει· | |
τίνες καὶ ποίων ἔργων ἐπιμεληταὶ κατέστησαν | |
καὶ ὅσα εἴδη καθ’ ἕτος ἕκαστον ἐκ τῆς τρίτης ἐ- | |
5 | πιν(εμήσεως) ἐκ τῶν πολειτικῶν προσόδων εἰς λόγον |
τῆς ἐπισκευῆς τῶν αὐτοῖς ἐγχειρισθέν- | |
των ἔργων κομίζεσθαι ὡρίσθησαν, ἔγνωτε | |
μὲν καὶ ἐκ τῆς ὑπὸ παρουσίᾳ τῇ πάντων γενο- | |
μένης διατυπώσεως καὶ τῶν ἐπὶ τούτοις πρα- | |
10 | χθέντων ὑπομνημάτων· πλὴν ἐπεὶ καὶ δι- |
ατάγματι τῆς ἐμῆς καθοσιώσεως τοῖς πᾶσιν | |
ὑμῖν τοῦτο φανερὸν καταστῆσαι ὑπῆρχεν | |
ἀκόλουθον, ὑπὲρ τοῦ μηδεμίαν ὑμᾶς | |
τῶν ὁρισθέντων ἄγνοιαν προβάλλεσθαι, | |
15 | βρέβιον τῶν εἰρημένων ἁπάντων ἀκρει- |
βῆ διδασκαλίαν ἐπέχον τῷ παρόντι δι- | |
ατάγματι ὑποταγῆναι πεποίηκα. | |
ὅσων ἔργων ἐπιμεληταὶ κατέστησαν καὶ ὅσον | |
ἕκαστος διετυπώθη λαμβάνειν ἀπὸ τῶν πο- | |
20 | λιτικῶν προσόδων καθ’ ἕκαστον ἐνιαυτὸν ὑποτέ- |
τακται. | |
εἰς τὴν ἐξέδραν τὴν καινὴν τὴν παρακειμένην τῇ | |
πομπικῇ στοᾷ Μάρκελλος πρῶτ(ος) καὶ | |
Θεόδωρος βουλ(ευτὴς) λαμβάν(ειν) | |
25 | ξύλ(α) τετρ(άγωνα) γʹ, ξύλ(α) μονόζ(υγα) ηʹ, κεραμ(ίδια) |
νν ε. | |
[εἰς] τὴν στοὰν τὴν πομπικ(ὴν) ἅμα τῷ ἐξεδρίῳ | |
Ἀριστότειμον πρῶτ(ον) καὶ Κατύλλου κλ(ηρονόμους) | |
ξύλ(α) μον̣(όζυγα) ζʹ, ξύλ(α) δίζ(υγα) ηʹ, ξύλ(α) ποδ(ιαῖα) [—] | |
30 | ξύλ(α) καιν(ὰ) ζʹ [— — — — — — — — — — — — — — — — — — — — —] |
IG XII,9
907