[ ] Euboia — Chalkis — after 212 AD
1             ἀγαθῆι τύχηι·
(I) ἐπὶ ἡγεμόνος Κλ(αυδίου) Ἀμιάντου, ἀμφιπολεύοντος Λαμύρου
τοῦ υἱοῦ τοῦ νεωκόρου, ὁ διὰ βίου νεωκόρος τῆς ἀρχηγέτι-
DOS *XALKI/DOS *AU)R[1H/LIOS]1 *(ERMO/DWROS KATA\ TA\ GENO/MENA YHFI/-
5 σματα ἐν τοῖς συνεδρίοις εἰσηγησαμένων τοῦ δεκαπρώτου
Κλ(αυδίου) Ἀμύντου καὶ Οὐλπίου Παμφίλου διά τε τὰ τειχοδομή-
ματα ἃ ἐποίησεν περὶ τὸ ἱερὸν καὶ τὸν περίβολον ὃν πε-
ριέθηκε τῷ τεμένει καὶ στοάν, ἣν μὲν ἐκ καινῆς κατεσκεύ-
ασεν, ἣν δὲ ἐπεσκεύασεν συντετρειμμένην, καὶ τρίκλει-
10 νον δειπνιστήριον ποιήσας καὶ θυρώσας εἰς κό-
σμον τὸν πρέποντα τῇ θεῷ μετὰ φυτῶν καὶ ἄλσους
ἀνέθηκεν ἐπὶ τῷ ἀΐδιον ἔχειν αὐτόν τε καὶ τὰ τέκνα
αὐτοῦ τὴν νεωκορείαν v (II) τὰ ψηφίσματα ἐγένον-
το γραμματεύοντος Ἰουλίου Μαμερτείνου, στρα-
15 τηγοῦντος τοῦ δεκαπρώτου Λ(ευκίου) Νοουίου Λυσανίου
ἐβ(όησαν) οἱ σύνεδροι. "Παμφίλῳ καλὴ ἡ ἰσή<γη>σις οὕτω γεινέσθω"
ἐπηρώτησεν ὁ γραμματεὺς Μαμερτεῖνος "ὅτῳ δο-
κεῖ κατὰ τὴν πάντων ὑμῶν βούλησιν καὶ τὴν εἰσήγη-
σιν τοῦ ἀδελφοῦ Παμφίλου καὶ εἰς τοὺς παῖδας αὐτοῦ
20 ταύτην τὴν τειμὴν μετελθεῖν, ἀράτω τὴν χεῖρα"·
ἐβ(όησαν) οἱ σύνεδροι "δοκεῖ"· ἔδοξεν ❦ δήμου· (III) ὁ στρατη-
γὸς τὸ βʹ Νοούιος Λυσανίας εἶπεν "καλῶς ποιεῖ-
τε ἀμειβόμενοι τοὺς ἀγαθοὺς ἄνδρας καὶ μὴ εἰς
αὐτοὺς μόνους τὰς τειμὰς ἀλλὰ καὶ εἰς τοὺς παῖ-
25 δας μετατιθέντες· μόνως γὰρ οὕτως καὶ τοὺς ἄλλους
ἐπὶ πολλοῖς προτρέψομεν· ἔφθακεν οὖν ταὐτὰ ἐψη-
φίσθαι καὶ <τ>ῇ βουλῇ· εἰ καὶ ὑμεῖν δοκεῖ, ἀράτω τὴν χεῖ-
ρα"· ἐβ(όησε) ὁ δ(ῆμος) "δοκεῖ"· ἔδοξεν· ἐβ(όησε) ὁ δ(ῆμος) "πολλοῖς ἔτεσι
              ❦ τοὺς νεωκόρους". ❦
Search Help
Contact Us