[ ]
Euboia — Chalkis — ca. 200-150 BC
face a.1 | ἐπὶ ἡγεμόνος Δεξιτέλου· |
Ἀρτεμίδωρος Μύρωνος εἶπεν· ἐπειδὴ Σωκράτης Σωσιπάτρου Σιδώνιος | |
εὔνους ὢν διατελεῖ τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολιτῶν | |
χρήσιμος γίνεται, εἰς ἃ ἄν τις αὐτὸν παρακαλῆι, σπουδῆς καὶ φιλοτιμίας | |
5 | οὐθὲν ἐλλείπων, εἰσαγήγοχεν δὲ καὶ σῖτον πλεονάκις καὶ ἀπέδοτο ὅσου παρε- |
κάλουσαν αὐτὸν οἱ ἄρχοντες, v δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι πρόξενον | |
εἶναι καὶ εὐεργέτην τοῦ δήμου τοῦ Χαλκιδέων Σωκράτην Σωσιπάτρου Σιδώνιον | |
καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ | |
ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν | |
10 | αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ |
δήμου τοῦ Χαλκιδέων γέγραπται. | |
face b.1 | ἐπὶ ἡγεμόνος Ἀν[τιλέ]οντος, μηνὸς Ὀλυ[μπι]- |
ῶνος. Ἀσκληπιάδη[ς ․․․․]κλέους εἶπεν̣· ἐπ[ειδὴ] | |
Εὔβουλος Ἀγαθίνο[υ Κνίδιο]ς εὔνους ὢν διατ[ελεῖ] | |
τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολι[τῶν] | |
5 | χρήσιμος γίνεται, ὁ[πότα]ν τις χρήαν ἔχων αὐτ̣[οῦ] |
τυγχάνη<ι>· δεδόχθα[ι τῶι δή]μωι εἶναι πρόξενον vac. | |
Εὔβουλον Ἀγαθίνου Κν[ίδιο]ν καὶ τοὺς ἐκγόνους αὐτο[ῦ] | |
καὶ ὑπάρχιν αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ εἶναι | |
αὐτῶι ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄν- | |
10 | τος καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν αὐτῶι φιλά[ν]- |
θρωπα πάντα καθάπερ καὶ τοῖς ἄλλοις | |
προξένοις γέγραπται. | |
face c.1 | ἐπὶ ἡγεμόνος Ἀρχίου, μηνὸς Ταρ[γηλ]ιῶνος τετράδι ἐπὶ δέκα· |
ἐπειδὴ χρείαν ἐχούσης τῆς πόλεως διαφόρ[ου πρὸ]ς καταγορασμὸν σίτου Κλέων | |
[Ε]ὐνοστίδα Λακεδαιμόνιος ὑπάρχων τῆς π[ό]λεως πρόξενος παρακληθεὶς δανεῖσα[ι], | |
ὅσον ἂν αὐτῶι εὔκαιρον ἦι, ἐπέδωκεν αὑτὸν ἀπροφασίστως δοὺς ἀτόκου<ς> δραχμὰς μυρίας τρισχιλίας | |
5 | πεντακοσίας προαιρούμενος ὅσον ἐφ’ ἑαυτῶι μὴ καθυστερεῖν τὸν δῆμον μηθενὸς τῶν κατεπε[ι]- |
γόντων, περὶ δὴ τούτων δεδόχθαι τοῖς συνέδροις ἐπαινέσαι Κλέωνα Εὐνοστίδα Λακεδαιμόνιον | |
ἐπὶ τῶι γνησίαν τὴν ἐξ ἑαυτοῦ εὔνοιαν ἀποδείκνυσθαι εἰς τὴν ἡμετέραν πόλιν, καλέσαι δὲ | |
αὐτὸν καὶ ἐπὶ θυσίαν εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν, τοὺς δὲ στρατηγοὺς καὶ τὸν | |
[γρ]α̣μματέα τοῦ συνεδρίου προνοηθῆναι, ὅπως ἡ δεδομένη αὐτῶι προξενία ὑπὸ τῆς πόλεως | |
10 | [ἀναγρ]α̣φῆι ἐν τῶι ἐπιφανεστάτωι τῆς ἀγορᾶς τόπωι· ὡσαύτως δὲ καὶ τόδε τὸ δόγμα· τὸν δὲ |
[ταμίαν δ]οῦναι τὸ ἐσόμενον εἰς ταῦτα ἀνήλωμα, τὴν δὲ ἀπόδοσιν ποιήσασθαι τῶν προει- | |
[ρημένων χρ]ημάτ[ων τ]οὺς σιτώ̣[να]ς, καθὼς ἐν τῶι περὶ [τούτων δόγματι γέγραπται]. |