[ ] Euboia — Chalkis — 2nd c. BC — cf. Addenda p.177
col. a.1 columna a deest
col. b.1 [․․․․․․․c.18․․․․․․․ ἀρ]χ̣ῆς ἐκοινώνησεν τιμηθεὶς ἐν τοῖς προγεγραμ-
[μένοις ὑπὸ τῶν ε]ὐεργετῶν Ῥωμαίων, ἀλλὰ καὶ τὴν ἐξαποστείλα-
[σαν πόλιν πάσης τι]μῆς ἠξίωσεν, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται τοῖς
[καλοῖς κἀγαθοῖς τῶν ἀ]νδρῶν τὰς καταξίας ἀποδιδοὺς χάριτας οἵ τε λοι-
5 [ποὶ εἰδότες τὴν τῆ]ς πόλεως εὐχαριστίαν εἰς τοὺς εὐεργέτας ζηλωταὶ
[γίνωνται τῶν ὁμοίω]ν, v ἀγαθῆι τύχηι δεδόχθαι τοῖς τε συνέδροις καὶ τῶι
[δήμωι ἐπαινέσαι Ἀρ]χένουν Χαρικλέους ἐπὶ τοῖς πεπραγμένοις ὑπ’ αὐτοῦ
[ἀγαθοῖς καὶ φιλαν]θρώποις καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, στῆ-
[σαι δὲ αὐτοῦ καὶ εἰκ]όνα χαλκῆν ἐν τῶι ἐπιφανεστάτωι τῆς πόλεως τόπωι
10 [καὶ ἐπιγράψαι τὴ]ν ἐπιγραφὴν ὅτι "ὁ δῆμος ἀνέθηκεν Ἀρχένουν Χαρικλέους
[ἀρετῆς ἕνεκα] καὶ εὐνοίας τῆς εἰς ἑαυτόν". ποιήσασθαι δὲ καὶ τὴν
[ἀναγόρευσιν] τ̣οῦ στεφάνου ἐν τῶι ἀγῶνι τῶν Ῥωμαίων τῶι γυμνικῶι,
[ὃν τίθησι τὸ κ]οινὸν τῶν Εὐβοιέων· ἀναγορεύεσθαι δὲ τὸν στέφανον
col. c.1 καὶ Διονυσίων ἐν τῆι συντελουμένηι πομπῆι καὶ θυσίαι, ποιου-
μένου καθ’ ἕκαστον ἐνιαυτὸν τοῦ καθισταμένου ἱερέως τοῦ Διονύ-
σου τὴν τῆς ἀναγορεύσεως ἐπιμέλειαν ὅτι "ὁ δῆμος στεφανοῖ
Ἀρχένουν Χαρικλέους χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ εὐνοί-
5 ας τῆς εἰς ἑαυτόν"· ἀναγράψαι δὲ τὸ ψήφισμα εἰς τὴν βάσιν τῆς εἰκόνος.
χειροτονῆσαι δὲ καὶ ἄνδρας πέντε τοὺς ἐπιμελησομένους τῆς
τε κατασκευῆς καὶ ἀναθέσεως τῆς εἰκόνος καὶ τῆς ἀναγορεύσε-
ως τῆς ἐν τῶι ἀγῶνι τῶν Ῥωμαίων καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσμα-
τος· τὸν δὲ ταμίαν δοῦναι τὸ εἰς ταῦτα ἀνάλωμα, καθότι ἂν γρά-
10 φωσιν οἱ κεχειροτονημένοι ἐπὶ ταῦτα.
εἱρέθησαν v Πολύνικος Ἀρχένου,
Ἀρχένους Σωμήλου, Πολύνικος Πραξίου,
Ἀρχένους Πραξίου, Νίκων Νικομάχου.
Search Help
Contact Us