[ ] Euboia — Chalkis — 2nd c. BC — cf. IG XII, Suppl. 192,898
1 [— — — — — — — — εἶπεν· ἐπειδὴ Ἐργ][τ]ιμος Ἀριστοτ̣έ̣λ̣ο̣υς [— — — — — — — — — — εὔνους]
ὢν διατελεῖ τῶι κοινῶι τῶν Εὐβοιέων καὶ πολλοῖς χρήσιμος {γ} γίνεται, ε̣[ἰς ἃ ἄν τις αὐτὸν]
παρακαλῆι, ὅπως οὖν καὶ ἄλλοι τῶν δυναμένων εὐεργετῶσιν Εὐβοιέας, δεδό[χθαι τοῖς Εὐβοιεῦσι]
πρόξενον εἶναι καὶ εὐεργέτην τοῦ κοινοῦ τῶν Εὐβοιέων Ἐργότιμον Ἀρισ[τοτέλους — — — — —]
5 καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι [α]ὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν, ὅπει ἂν [βούλωνται, καὶ]
πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν ὅταν βούλωνται πρώτοις μεθ’ ἱερὰ [καὶ τὰ Ῥω]-
μαίων καὶ τἆλλα ὑπάρχειν αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργ[έταις τοῦ]
κοινοῦ τῶν Εὐβοιέων γέγραπται. ἐπὶ ἡγεμόνος Ἀμεινοκλέους.
Search Help
Contact Us