[ ]
Euboia — Chalkis — 2nd c. BC — cf. IG XII, Suppl. 192,898
1 | [— — — — — — — — εἶπεν· ἐπειδὴ Ἐργ]ό[τ]ιμος Ἀριστοτ̣έ̣λ̣ο̣υς [— — — — — — — — — — εὔνους] |
ὢν διατελεῖ τῶι κοινῶι τῶν Εὐβοιέων καὶ πολλοῖς χρήσιμος {γ} γίνεται, ε̣[ἰς ἃ ἄν τις αὐτὸν] | |
παρακαλῆι, ὅπως οὖν καὶ ἄλλοι τῶν δυναμένων εὐεργετῶσιν Εὐβοιέας, δεδό[χθαι τοῖς Εὐβοιεῦσι] | |
πρόξενον εἶναι καὶ εὐεργέτην τοῦ κοινοῦ τῶν Εὐβοιέων Ἐργότιμον Ἀρισ[τοτέλους — — — — —] | |
5 | καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι [α]ὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν, ὅπει ἂν [βούλωνται, καὶ] |
πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν ὅταν βούλωνται πρώτοις μεθ’ ἱερὰ [καὶ τὰ Ῥω]- | |
μαίων καὶ τἆλλα ὑπάρχειν αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργ[έταις τοῦ] | |
κοινοῦ τῶν Εὐβοιέων γέγραπται. ἐπὶ ἡγεμόνος Ἀμεινοκλέους. |