[ ] Euboia — Eretria — 2nd/1st c. BC — cf. IG XII, Suppl. 186,289
1       Δημήτριος
      Ποσειδωνίου.
Δῆλος μέν σ’ ἔθρεψ[ε], πάτρης δὲ
νομίζηι Ἀθηνῶν   Δημήτριε,
5 ἐγ δὲ [γ]ονῆς εἶδος ἔφυς χαρίης
παιδείηι τ’ εὖ̣ πάσηι [ἐ]πέπρεπες
ἠδὲ καὶ αἰδοῖ ἥλικας· ἐνδεχέτης
δ’ ἤλυθες εἰς Ἀΐδην.
σὸς δὲ πατὴρ οἰκτρ̣ὸν Ποσειδώνιος
10 ἦμαρ ἐσεῖδεν μήτηρ τε
Εἰρήνη σε[ῖ]ο κα[τ]οιχομένου.
ἀλλ’ Ἑρμῆ Μαίης τ̣[έ]κος ἄφθιτον
εὔφρονι [θ]υ[μῶι] [γ]αίης ἐγ
κόλποις [ἀμφαγ]άπαζε κόρον.
Search Help
Contact Us