[ ] Euboia — Eretria — ca. 100-95 BC — cf. Addenda p.177 — cf. IG XII, Suppl. 179,237
[— — — — — — — — — — — — — — — — — — — — —]
1 ․ας [τύχῃ ἀγαθῇ δεδόχθαι τοῖς τε συνέδροις]
[κ]αὶ τῶι δή[μωι· ἐπαινέσαι Ἱπποσθένην Αἰσχύλου]
[κ]αὶ Αἰσχύλ[ον Ἱπποσθένου τὸν υἱὸν αὐτοῦ ἐπί τε]
τ̣οῖς προγεγε[νημμένοις καὶ ἐπὶ τῆι πρὸς τὴν]
5 π̣όλιν εὐνοίαι κ[αὶ στεφανῶσαι ἑκάτερον αὐτῶν]
[χ]ρυσῶι στεφάνω[ι καὶ εἰκόσιν χαλκαῖς δυσίν]·
στῆσαι δὲ τὰς ε[ἰκόνας τὰς μὲν ἑτέρας ἐν τῶι γυ]-
μνασίωι ἐν τῶι ἐ[πιφανεστάτωι τόπωι πρὸ τοῦ]
βήματος, τὰς δὲ ἐν̣ [τῶι ἱερῶι τῆς Ἀρτέμιδος τῆς Ἀμα]-
10 ρυσίας καὶ ἐπιγράψαι [ὅτι "ὁ δῆμος ὁ Ἐρετρι]-
έων Ἱπποσθένην Αἰσχύλ̣[ου καὶ Αἰσχύλον Ἱπ]-
ποσθένου ἀρετῆς ἕνε[κεν καὶ εὐνοίας τῆς εἰς ἑαυ]-
τ̣όν", ὅπως εὔσημος ὑπάρ[χηι τοῖς τε πολίταις πᾶσι]
[κ]αὶ τοῖς παρεπιδημοῦσι [τῶν ξένων ἥ τε τῶν τετι]-
15 [μ]ένων πρὸς τὰ κο[ι]νὰ πρ[άγματα φιλαγαθία καὶ τοῖς ἐ]-
[π]ιγ̣ι̣νο[μένοις ὑπόμνημα ἦι τῆς τοῦ δήμου εὐχαριστίας ἕ]-
[τ]εροί τε ὦσ[ιν ζηλωταὶ τῶν παραπλησίων τιμωμένων ὑ]-
πὸ τοῦ δήμου [τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· ἀναγράψαι δὲ]
τόδε τὸ ψήφισ[μα εἰς στήλας λιθίνας δύο καὶ στῆσαι τὴν]
20 μὲν ἐν τῶι γυμν̣[ασίωι, τὴν δὲ ἐν τῶι ἱερῶι τῆς Ἀρτέμι]-
δος· ἀναγορεύεσ[θ]αι δὲ [τὰς ἐψηφισμένας τιμὰς κατ’ ἐνι]-
αυτὸν Διονυσίων τε ἐν τ[ῆι πομπῆι καὶ Ἀρτεμισίων]
τῶι ἀγῶνι τῆς πυρρίχης· τα̣[ῦτα δὲ ὅπως γίνηται ἐπιμέ]-
λειαν ποιεῖσθαι τοὺς κατ’ [ἐνιαυτὸν προβούλους· ἑλέσθαι]
25 δὲ καὶ ἐπιστάτην, ὅστις [ἕξει ἐπιμέλειαν περί τε τῆς κατα]-
σκευῆς τῶν εἰκόνων [καὶ περὶ τῆς ἀναθέσεως καὶ περὶ]
[τῆς ἀναγρα]φῆς τῶν [ἐψηφισμένων].
Search Help
Contact Us