[ ] Euboia — Eretria — ca. 100 BC — cf. Add. Ult. p.VII — cf. IG XII, Suppl. 179,236
1 οἱ πρόβουλοι εἶπαν· ἐπειδὴ Θεόπομπος Ἀ[ρχεδήμου]
συντηρῶν τὴν ὑπάρχουσαν αὐτῷ διὰ προγόνω̣ν̣ π̣ρ̣[ὸς]
τὸν δῆμον εὔνοιαν καὶ πειρώμενος ἐπὶ πλεῖον αὔ-
ξειν τά τε πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους δίκαια συν-
5 τηρεῖν, τὸν ἐπ’ ἀρετῇ καὶ δόξῃ βίον ἐζηλωκὼς ἀπὸ τῆς
πρώτης ἡλικίας, βουλόμενός τε τὴν ἀπὸ τῆς ἀρχῆς
πρὸς τὰ κοινὰ πράγματα φιλαγαθίαν φανερὰν καθιστά-
νειν καὶ ἣν ἔχει πρὸς τὴν πόλιν ἐκτένειαν, τῷ τε σύν-
παντι δήμῳ παρέχεται ἑαυτὸν εὔχρηστον καὶ κα-
10 τ’ ἰδίαν τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν λέγων
καὶ πράττων ἀεὶ τὸ συμφέρον, ἔν τε ταῖς ἀρχαῖς αἷς ἦρ-
ξεν ἴσως καὶ δικαίως πρὸς πάντας ἀνεστράφη ἀνέγ-
κλητον ἑαυτὸν παρασκευάζων καὶ τὴν ἑαυτοῦ μεγα-
λοψυχίαν ἐκτενῆ καθιστάνων πρὸς τὸν δῆμον, βουλό-
15 μενός τε τῆς ἑαυτοῦ καλοκἀγαθίας τε καὶ εὐνοίας
ἧς ἔχει πρὸς τὸν δῆμον ἀθάνατον ὑπόμνημα καταλεί-
πειν εἰς τὸν ἅπαντα χρόνον, ἀνατέθεικεν ἐκ τοῦ ἰδίου βίου
τῷ δήμῳ εἰς ἐλαιοχρείστιον ἀργυρίου δραχμὰς τετρα-
κισμυρίας εἵνεκεν τοῦ δανειζομένου τοῦ προγεγραμ-
20 μένου πλήθους ἐπὶ ὑποθήκαις ἀξιοχρέοσιν καταγο-
ράζεσθαι ἀπὸ τοῦ πίπτοντος κατ’ ἐνιαυτὸν τόκου ἔ-
λαιον εἰς τὸ γυμνάσιον, γινομένης ἐγδόσεως ὑπὸ τῶν ἐπὶ
ταῦτα τεταγμένων ἀρχόντων, τόν τε δῆμον κουφίζεσ-
θαι τῆς δαπάνης ταύτης· ὅπως οὖν καὶ ὁ δῆμος εὐχάρισ-
25 τος φαίνηται τιμῶν τοὺς ἀρετῇ καὶ δόξῃ διαφέροντας
ἄνδρας, ζηλωταί τε πολλοὶ τῶν ὁμοίων γίνωνται τιμω-
μένων {τε} τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· τύχῃ ἀγαθῇ· δεδό-
χθαι τοῖς τε συνέδροις καὶ τῷ δήμωι· ἐπαινέσαι Θεόπομ-
πον Ἀρχεδήμου ἐπί τε τῇ εὐνοίαι καὶ φιλοδοξίαι ᾗ ἔχει
30 πρὸς τὸν δῆμον καὶ ἐπὶ τῷ ἀπὸ τῆς πρώτης ἡλικίας τῶν
[κ]αλλίστων ζηλωτὴν γινόμενον ἀπόδειξιν πεποιῆσθαι
[ἧς] ἔχει πρὸς τὰ κοινὰ πράγματα μεγαλοψυχίας, καὶ στεφα-
[ν]ῶσαι αὐτὸν χρυσῷ στεφάνῳ καὶ εἰκόσιν χαλκαῖς δυ-
σίν, ὧν τὴν μὲν μίαν στῆσαι ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος
35 τῆς Ἀμαρυσίας ἐν τῷ ἐπιφανεστάτῳ τόπῳ, τὴν δὲ ἄλ-
λην ἐν τῷ γυμνασίῳ ἐπιγράψαντας· "ὁ δῆμος ὁ Ἐρετριέων
Θεόπομπον Ἀρχεδήμου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς
εἰς αὑτόν"· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλας
λιθίνας δύο καὶ ἀναθεῖναι παρὰ τὰς εἰκόνας, ὅπως ἐκ-
40 φανὴς ὑπάρχῃ τοῖς τε πολίταις πᾶσιν καὶ τῶν ξένων
τοῖς παρεπιδημοῦσιν ἥ τε τοῦ ἀνδρὸς μεγαλομέρεια καὶ καλο-
κἀγαθία καὶ ἡ τοῦ δήμου εὐχαριστία εἰς τοὺς καλοὺς καὶ ἀ-
γαθοὺς ἄνδρας καὶ πολλοὶ ζηλωταὶ γίνωνται τῶν ὁμοί-
ων· ἀναγορεύεσθαί τε τὰς τιμὰς Διονυσίοις τε, ἐν ᾗ
45 συντελεῖται τοῦ Διονύσου ἡ πομπή, καὶ Ἀρτεμισίων
τῷ ἀγῶνι τῆς πυρρίχης, τοῦ δὲ κηρύγματος ἐπιμε-
λεῖσθαι τοὺς προβούλους τοὺς ἀεὶ ἐν ἀρχῇ ὄντας·
ἐπιγράψαι δὲ καὶ ἐπὶ τὰς ἑσταμένας ὑπ’ αὐτοῦ εἰκόνας
τῶν τε υἱῶν καὶ τῆς θυγατρός, διότι ἀνατίθησιν αὐ-
50 τὰς ὁ δῆμος ὁ Ἐρετριέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς
εἰς ἑαυτόν· ὅπως δὲ μένῃ τὸ ἀνακείμενον ἀσφα-
λῶς κατὰ τὴν τοῦ ἀναθέντος βούλησιν καὶ εἰς ἄλλο
μηθὲν ἦι καταχρήσασθαι μηθενὶ ἐξουσίαν εἶναι ἀπὸ
τούτου τοῦ διαφόρου μηδὲ ἀπὸ τοῦ πίπτοντος ἀπ’
55 αὐτοῦ τόκου μήτε καταχρήσασθαι εἰς ἄλλο μηθὲν
μήτε ἐπιψηφίσασθαι μήτε ἐπερωτῆσαι· εἰ δὲ μή, ὅ τε γρά-
ψας ἢ ἐπερωτήσας ὀφειλέτω ἱερὰς τῆς Ἀρτέμιδος
δραχμὰς ἑξακισμυρίας καὶ ἔστω ἀπαγωγὴ κατ’ αὐ-
τοῦ τῷ βουλομένῳ ἐπὶ τῷ τρίτῳ μέρει πρὸς τοὺς
60 ἄρχοντας, καὶ τὰ γραφέντα ἄκυρα ἔστω. τὸν δὲ δανεισμὸν
τῶν διαφόρων γίνεσθαι ὑπό τε τῶν προβούλων καὶ τοῦ γυ-
μνασιάρχου, ἀποδίδοσθαι δὲ ὑπ’ αὐτῶν κατ’ ἐνιαυτὸν καὶ λό-
γον διὰ τοῦ συνεδρίου τῆς γινομένης προσόδου ἀπὸ τοῦ
ἀνακειμένου διαφόρου καὶ τῆς ἐξόδου, ὑφεστηκότος πα-
65 ρὰ τῷ ταμίαι κατ’ ἰδίαν λόγου· ἑλέσθαι δὲ καὶ ἐπιστάτην, ὅστις
ἕξει ἐπιμέλειαν περί τε τῆς ἀναθέσεως τῶν εἰκόνων καὶ
[πε]ρὶ τοῦ ἀναγραφῆναι τὰ ἐψηφισμένα εἰς τὰς στήλας καὶ τὰ
λοιπὰ τὰ περὶ τῆς ἀναθέσεως ἐπιτελεσθῆναι καὶ τοῦ γε-
νομένου ἀνηλώματος λόγον ἀποδοῦναι τοῖς λογισταῖς·
70 τὸν δὲ ταμίαν δοῦναι τὸ εἰς ταῦτα διάφορον καὶ εἶναι εἰς
τὸ δέον δεδομένον αὐτῷ· ἐπιστάτης εἱρέθη Φίλιππος
Τηχίππου.
Search Help
Contact Us