[ ]
Euboia — Eretria — ca. 100 BC — cf. Add. Ult. p.VII — cf. IG XII, Suppl. 179,236
1 | οἱ πρόβουλοι εἶπαν· ἐπειδὴ Θεόπομπος Ἀ[ρχεδήμου] |
συντηρῶν τὴν ὑπάρχουσαν αὐτῷ διὰ προγόνω̣ν̣ π̣ρ̣[ὸς] | |
τὸν δῆμον εὔνοιαν καὶ πειρώμενος ἐπὶ πλεῖον αὔ- | |
ξειν τά τε πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους δίκαια συν- | |
5 | τηρεῖν, τὸν ἐπ’ ἀρετῇ καὶ δόξῃ βίον ἐζηλωκὼς ἀπὸ τῆς |
πρώτης ἡλικίας, βουλόμενός τε τὴν ἀπὸ τῆς ἀρχῆς | |
πρὸς τὰ κοινὰ πράγματα φιλαγαθίαν φανερὰν καθιστά- | |
νειν καὶ ἣν ἔχει πρὸς τὴν πόλιν ἐκτένειαν, τῷ τε σύν- | |
παντι δήμῳ παρέχεται ἑαυτὸν εὔχρηστον καὶ κα- | |
10 | τ’ ἰδίαν τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν λέγων |
καὶ πράττων ἀεὶ τὸ συμφέρον, ἔν τε ταῖς ἀρχαῖς αἷς ἦρ- | |
ξεν ἴσως καὶ δικαίως πρὸς πάντας ἀνεστράφη ἀνέγ- | |
κλητον ἑαυτὸν παρασκευάζων καὶ τὴν ἑαυτοῦ μεγα- | |
λοψυχίαν ἐκτενῆ καθιστάνων πρὸς τὸν δῆμον, βουλό- | |
15 | μενός τε τῆς ἑαυτοῦ καλοκἀγαθίας τε καὶ εὐνοίας |
ἧς ἔχει πρὸς τὸν δῆμον ἀθάνατον ὑπόμνημα καταλεί- | |
πειν εἰς τὸν ἅπαντα χρόνον, ἀνατέθεικεν ἐκ τοῦ ἰδίου βίου | |
τῷ δήμῳ εἰς ἐλαιοχρείστιον ἀργυρίου δραχμὰς τετρα- | |
κισμυρίας εἵνεκεν τοῦ δανειζομένου τοῦ προγεγραμ- | |
20 | μένου πλήθους ἐπὶ ὑποθήκαις ἀξιοχρέοσιν καταγο- |
ράζεσθαι ἀπὸ τοῦ πίπτοντος κατ’ ἐνιαυτὸν τόκου ἔ- | |
λαιον εἰς τὸ γυμνάσιον, γινομένης ἐγδόσεως ὑπὸ τῶν ἐπὶ | |
ταῦτα τεταγμένων ἀρχόντων, τόν τε δῆμον κουφίζεσ- | |
θαι τῆς δαπάνης ταύτης· ὅπως οὖν καὶ ὁ δῆμος εὐχάρισ- | |
25 | τος φαίνηται τιμῶν τοὺς ἀρετῇ καὶ δόξῃ διαφέροντας |
ἄνδρας, ζηλωταί τε πολλοὶ τῶν ὁμοίων γίνωνται τιμω- | |
μένων {τε} τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· τύχῃ ἀγαθῇ· δεδό- | |
χθαι τοῖς τε συνέδροις καὶ τῷ δήμωι· ἐπαινέσαι Θεόπομ- | |
πον Ἀρχεδήμου ἐπί τε τῇ εὐνοίαι καὶ φιλοδοξίαι ᾗ ἔχει | |
30 | πρὸς τὸν δῆμον καὶ ἐπὶ τῷ ἀπὸ τῆς πρώτης ἡλικίας τῶν |
[κ]αλλίστων ζηλωτὴν γινόμενον ἀπόδειξιν πεποιῆσθαι | |
[ἧς] ἔχει πρὸς τὰ κοινὰ πράγματα μεγαλοψυχίας, καὶ στεφα- | |
[ν]ῶσαι αὐτὸν χρυσῷ στεφάνῳ καὶ εἰκόσιν χαλκαῖς δυ- | |
σίν, ὧν τὴν μὲν μίαν στῆσαι ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος | |
35 | τῆς Ἀμαρυσίας ἐν τῷ ἐπιφανεστάτῳ τόπῳ, τὴν δὲ ἄλ- |
λην ἐν τῷ γυμνασίῳ ἐπιγράψαντας· "ὁ δῆμος ὁ Ἐρετριέων | |
Θεόπομπον Ἀρχεδήμου ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς | |
εἰς αὑτόν"· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλας | |
λιθίνας δύο καὶ ἀναθεῖναι παρὰ τὰς εἰκόνας, ὅπως ἐκ- | |
40 | φανὴς ὑπάρχῃ τοῖς τε πολίταις πᾶσιν καὶ τῶν ξένων |
τοῖς παρεπιδημοῦσιν ἥ τε τοῦ ἀνδρὸς μεγαλομέρεια καὶ καλο- | |
κἀγαθία καὶ ἡ τοῦ δήμου εὐχαριστία εἰς τοὺς καλοὺς καὶ ἀ- | |
γαθοὺς ἄνδρας καὶ πολλοὶ ζηλωταὶ γίνωνται τῶν ὁμοί- | |
ων· ἀναγορεύεσθαί τε τὰς τιμὰς Διονυσίοις τε, ἐν ᾗ | |
45 | συντελεῖται τοῦ Διονύσου ἡ πομπή, καὶ Ἀρτεμισίων |
τῷ ἀγῶνι τῆς πυρρίχης, τοῦ δὲ κηρύγματος ἐπιμε- | |
λεῖσθαι τοὺς προβούλους τοὺς ἀεὶ ἐν ἀρχῇ ὄντας· | |
ἐπιγράψαι δὲ καὶ ἐπὶ τὰς ἑσταμένας ὑπ’ αὐτοῦ εἰκόνας | |
τῶν τε υἱῶν καὶ τῆς θυγατρός, διότι ἀνατίθησιν αὐ- | |
50 | τὰς ὁ δῆμος ὁ Ἐρετριέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς |
εἰς ἑαυτόν· ὅπως δὲ μένῃ τὸ ἀνακείμενον ἀσφα- | |
λῶς κατὰ τὴν τοῦ ἀναθέντος βούλησιν καὶ εἰς ἄλλο | |
μηθὲν ἦι καταχρήσασθαι μηθενὶ ἐξουσίαν εἶναι ἀπὸ | |
τούτου τοῦ διαφόρου μηδὲ ἀπὸ τοῦ πίπτοντος ἀπ’ | |
55 | αὐτοῦ τόκου μήτε καταχρήσασθαι εἰς ἄλλο μηθὲν |
μήτε ἐπιψηφίσασθαι μήτε ἐπερωτῆσαι· εἰ δὲ μή, ὅ τε γρά- | |
ψας ἢ ἐπερωτήσας ὀφειλέτω ἱερὰς τῆς Ἀρτέμιδος | |
δραχμὰς ἑξακισμυρίας καὶ ἔστω ἀπαγωγὴ κατ’ αὐ- | |
τοῦ τῷ βουλομένῳ ἐπὶ τῷ τρίτῳ μέρει πρὸς τοὺς | |
60 | ἄρχοντας, καὶ τὰ γραφέντα ἄκυρα ἔστω. τὸν δὲ δανεισμὸν |
τῶν διαφόρων γίνεσθαι ὑπό τε τῶν προβούλων καὶ τοῦ γυ- | |
μνασιάρχου, ἀποδίδοσθαι δὲ ὑπ’ αὐτῶν κατ’ ἐνιαυτὸν καὶ λό- | |
γον διὰ τοῦ συνεδρίου τῆς γινομένης προσόδου ἀπὸ τοῦ | |
ἀνακειμένου διαφόρου καὶ τῆς ἐξόδου, ὑφεστηκότος πα- | |
65 | ρὰ τῷ ταμίαι κατ’ ἰδίαν λόγου· ἑλέσθαι δὲ καὶ ἐπιστάτην, ὅστις |
ἕξει ἐπιμέλειαν περί τε τῆς ἀναθέσεως τῶν εἰκόνων καὶ | |
[πε]ρὶ τοῦ ἀναγραφῆναι τὰ ἐψηφισμένα εἰς τὰς στήλας καὶ τὰ | |
λοιπὰ τὰ περὶ τῆς ἀναθέσεως ἐπιτελεσθῆναι καὶ τοῦ γε- | |
νομένου ἀνηλώματος λόγον ἀποδοῦναι τοῖς λογισταῖς· | |
70 | τὸν δὲ ταμίαν δοῦναι τὸ εἰς ταῦτα διάφορον καὶ εἶναι εἰς |
τὸ δέον δεδομένον αὐτῷ· ἐπιστάτης εἱρέθη Φίλιππος | |
Τηχίππου. |