[ ] Euboia — Eretria — ca. 100 BC — cf. IG XII, Suppl. 179,235
wreath.1a                     Χαρίδαμος
                    Γαῦρος
                    Φιλόξενος
                    Διονύσιος
                    Διονυσίου
                    χρηστός.
below wreath.1 οἱ πρόβουλοι εἶπαν· ἐπειδὴ Μαντίδωρος Καλλικράτο̣[υς]
αἱρεθεὶς ὑπὸ τοῦ δήμου γυμνασίαρχος ἐμ πᾶσι τοῖς κατὰ τὴ[ν]
ἀρχὴν ἐνδόξως ἀνεστράφη καὶ ἀξίως ἑαυτοῦ τε καὶ τῶν προγό̣-
νων καὶ τῆς ἐγχειρισθείσης αὐτῶι ὑπὸ τοῦ δήμου π̣ίστεως, συ[ν]-
5 ελθόντων τε διὰ τὴν φιλοτιμίαν αὐτοῦ πλειόνων παίδων τε καὶ ἐ-
[φ]ήβων καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν ἀρχὴν πειπτόντων, προέστη
τῆς εὐταξίας τῆς ἐν τῶι τόπωι διὰ παντὸς τοῦ χρόνου τῆς
ἀρχῆς, ἐμμονεύσας ἐν τῶι γυμνασίωι δι’ ἐνιαυτ[ο]ῦ· ἔθηκεν δὲ
καὶ ἔλαιον ἱκανὸν καὶ ἐπαλείμματα ὡς χαριέστατα· ὁ̣λ̣ο̣σχερέστε-
10 ρόν τε βουλόμενος τοὺς νέους ὠφελεῖν παρ[έ]σ̣χεν ἐκ τοῦ ἰδίου Ὁμ[η]-
ρικὸν φιλόλογον Διονύσιον Φιλώτου Ἀθηναῖον, [ὅστις ἐ]σχόλαζεν ἐν τῶ[ι]
γυμνασίωι τοῖς τε ἐφήβοις καὶ [νέοις καὶ τοῖς] ἄλλοις πᾶσι τοῖς
[ο]ἰκείως διακειμένοις πρὸς παιδ[είαν· συνετέλει δὲ καθ’ ἕκ]αστον μ[ῆ]-
[να] θυσίαν τῶι τε Ἑρμε[ῖ καὶ τῶι Ἡρακλεῖ ὑπὲρ τῶν παίδων καὶ τῶν ἐφήβων]
15 [καὶ τ]ῶν ἄλλ[ω]ν [πάντων — — — — — — — — — — — — — — — — — — — — —]
                     {²multa desunt
Search Help