[ ]
Euboia — Eretria — ca. 100 BC
wreath.1 | Ἰάσων. |
below wreath.1 | οἱ πρόβουλοι εἶπαν· ἐπειδὴ Ἐλπίνικος Νικομάχου |
αἱρεθεὶς ὑπὸ τοῦ δήμου γυμνασίαρχος ἔν τε τοῖς | |
λοιποῖς τοῖς κατὰ τὴν ἀρχὴν ἐνδόξως ἀνεστρά- | |
φη, συνελθόντων διὰ τὴν φιλοτιμίαν αὐτοῦ | |
5 | πλειόνων παίδων τε καὶ ἐφήβων καὶ τῶν ἄλ- |
λων τῶν ὑπὸ τὴν ἀρχὴν πειπτόντων, προενοιήθη | |
τῆς εὐταξίας αὐτῶν, ἐμμονεύσας ἐν τῶι γυ- | |
μνασίωι δι’ ἐνιαυτοῦ· καὶ παρέσχεν ἐκ τοῦ ἰδίου | |
ῥήτορά τε καὶ ὁπλομάχον, οἵτινες ἐσχόλαζον | |
10 | ἐν τῶι γυμνασίωι τοῖς τε παισὶν καὶ ἐφήβοις καὶ |
τοῖς ἄλλοις τοῖς βουλομένοις τὴν ἀπὸ τῶν τοιού- | |
των ὠφελίαν ἐπιδέχεσθαι· ἐφρόντισεν δὲ καὶ τοῦ | |
ἐλαίου, ὅπως χαριέστατον ᾖ, τὴν εἰς ταῦτα δαπά- | |
νην ἐπιδεχόμενος ἰδίαι· ἔθηκεν δὲ καὶ δολίχους | |
15 | πλείονας· συνετέλει δὲ καὶ θυσίαν καθ’ ἕκαστον |
δόλιχον τῶι Ἑρμεῖ· τό τε διδόμενον ἆθλον ὑπὸ τ[οῦ] | |
δήμου τῶι νικήσαντι τὸν ἀπὸ τοῦ Ἡρακλείου δρ[ό]- | |
μον αὐτὸς προέθηκεν ἐκ τοῦ ἰδίου, τὸ δοθὲν ὑπὸ | |
τοῦ δήμου διάφορον ἀποδοὺς τῇ πόλει· καὶ τὸν τ<ῶι> | |
20 | Ἡρακλεῖ τιθέμενον ἀγῶνα συντελέσας, τὴν |
εἰς τὰ ἆθλα δαπάνην ἀνήλωσεν ἐκ τοῦ ἰδίου, | |
τὴν πᾶσαν φιλοτιμίαν ποιούμενος χάριν τῆς τῶν | |
πολλῶν εὐνοίας· ἔν τε τῆι πανηγύρει τῶν Ἀρτε- | |
μεισίων συνετέλει τὸ ἄλειμμα ἐκκ τοῦ ἰδίου, τὴν | |
25 | δαπάνην ἐπιδεχόμενος οὐ μόνον εἰς τοὺς πο- |
λίτας ἀλλὰ καὶ εἰς τοὺς λοιποὺς τοὺς εἰς τὴν πα- | |
νήγυριν παραγενομένους καὶ μετέχοντας τῶν | |
κοινῶν ξένους· τήν τε θυσίαν τῶι Ἑρμεῖ συντελῶν | |
ἐκάλεσεν ἐκ προγράμματος τούς τε πολίτας καὶ | |
30 | Ῥωμαίων τοὺς παρεπιδημοῦντας, καὶ τοὺς μὲν τῶν κοι- |
νῶν μετέχοντας τῆι τετράδι ἱσστίασεν, τῆι δὲ πέμ- | |
πτει καὶ ἑτέρους τῶν τε πολιτῶν καὶ ξένων πλήονας· | |
τόπον τε αἰτησάμενος τοὺς συνέδρους ἐν τῆι ἐξέδραι | |
τῆι ἐν τῶι ἐπικαμπίωι τῶι ἐν τῇ παραδρομίδι ἀνέθη- | |
35 | κεν βάθρα λευκοῦ λίθου καὶ Ἑρμῆν, εἰς τὰ προειρημέ- |
να δαπάνας ἐπιδεξάμενος πλήονας, βουλόμε- | |
νος τὴν ἰδίαν εὔνοιαν ἣν ἔχει πρὸς τὸν δῆμον ἀπο- | |
δείγνυσθαι· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται εὐχάριστος | |
καὶ τιμῶν τοὺς ἀρετῆι διαφέροντας πολλοί τε δόξης | |
40 | ἐπιθυμηταὶ γένωνται, δεδόχθαι τοῖς τε συνέδροις |
καὶ τῶι δήμωι, ἐπαινέσαι Ἐλπίνικον Νικομάχου ἐπὶ τῆι | |
πρὸς τὸν δῆμον εὐνοίαι καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι· | |
ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ | |
ἀναθεῖναι ἐν τῶι γυμνασίωι ἐν τῶι ἐπιφανεστάτωι τόπωι, | |
45 | ὅπως ᾖ καὶ τοῖς ἐπιγινομένοις ἡ δόξα φανερὰ καὶ ἡ τοῦ δή- |
μου τοῖς ἀγαθοῖς ἀνδράσι τιμή, καὶ πολλοὶ {ς} τῶν ὁμοίων γ[ί]- | |
νωνται ζηλωταί· ἑλέσθαι δὲ καὶ ἐπιστάτην ὅστις ἐπιμ[ε]- | |
λήσεται τῆς τε ἀναγραφῆς τῶν ἐψηφισμένων καὶ τῆ[ς] | |
ἀναθέσεως τῆς στήλης· εἱρέθη ἐπιστάτης Φιλοκλῆς ΝικοΛ̣[— —] |