[ ]
Euboia — Eretria — early 3rd c. BC
[ἐπειδὴ Ἀντίοχος Θεοδίκου Λαμψακηνὸς] | |
[ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸν δῆμον τὸν] | |
1 | Ἐρετριέ[ων λέγων καὶ πράττων ἀεὶ τὰ συμ]- |
φέροντα Ἐρετριεῦσιν, ἔδοξε [τῶι δήμωι] | |
εἶναι Ἀντίοχον Θεοδίκου Λαμψα[κηνὸν] | |
πρόξενον καὶ εὐεργέτην τοῦ δήμου [τοῦ Ἐρε]- | |
5 | τριέων αὐτὸν καὶ ἐκγόνους καὶ πρόσοδο[ν] |
εἶναι αὐτοῖς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμ[ον], | |
ἐ̣άν τι βούλωνται, πρώτοις μετὰ τὰ ἱερὰ κα[ὶ] | |
προεδρίαν ἐν τοῖς ἀγῶσιν· εἶναι δὲ καὶ ἔν- | |
κτησιν γῆς καὶ οἰκίας αὐτοῖς καὶ ἀτέλειαν | |
10 | καὶ εἰσάγουσι καὶ ἐξάγουσι καθάπερ τοῖς ἄλ̣- |
λοις Ἐρετριεῦσι· εἶναι δὲ καὶ ἀσφάλειαν καὶ ἀ- | |
σ̣υλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ εἰ- | |
ρ̣ήνης καὶ πολέμου· ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι | |
15 | [ἱ]ερῶι τοῦ Ἀπόλλωνος τοῦ Δαφνηφόρου. |