[ ] Euboia — Eretria — early 3rd c. BC
[ἐπειδὴ Ἀντίοχος Θεοδίκου Λαμψακηνὸς]
[ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸν δῆμον τὸν]
1 Ἐρετριέ[ων λέγων καὶ πράττων ἀεὶ τὰ συμ]-
φέροντα Ἐρετριεῦσιν, ἔδοξε [τῶι δήμωι]
εἶναι Ἀντίοχον Θεοδίκου Λαμψα[κηνὸν]
πρόξενον καὶ εὐεργέτην τοῦ δήμου [τοῦ Ἐρε]-
5 τριέων αὐτὸν καὶ ἐκγόνους καὶ πρόσοδο[ν]
εἶναι αὐτοῖς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμ[ον],
ἐ̣άν τι βούλωνται, πρώτοις μετὰ τὰ ἱερὰ κα[ὶ]
προεδρίαν ἐν τοῖς ἀγῶσιν· εἶναι δὲ καὶ ἔν-
κτησιν γῆς καὶ οἰκίας αὐτοῖς καὶ ἀτέλειαν
10 καὶ εἰσάγουσι καὶ ἐξάγουσι καθάπερ τοῖς ἄλ̣-
λοις Ἐρετριεῦσι· εἶναι δὲ καὶ ἀσφάλειαν καὶ ἀ-
σ̣υλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ εἰ-
ρ̣ήνης καὶ πολέμου· ἀναγράψαι δὲ τόδε τὸ ψή-
φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι
15 [ἱ]ερῶι τοῦ Ἀπόλλωνος τοῦ Δαφνηφόρου.
Search Help
Contact Us