[ ] Euboia — Eretria — ca. 300-250 BC — cf. Add. Ult. p.VII — cf. IG XII, Suppl. 179,215
[— — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — —]η Πακτύο[υ — — — — — — — — — — καὶ]
[— — — —]ου Ἐλαίτην #⁷[— — — — — — — εἶναι δ’]
[αὐ]τοῖς γῆς καὶ οἰκία[ς ἔγκτησιν καὶ πρόσοδον]
[π]ρὸς τὴν βουλὴν καὶ τ[ὸν δῆμον ἄν τινος δέωνται]
5 [π]ρώτοις μετὰ τὰ ἱερὰ [καὶ προεδρίαν ἐν πᾶσι τοῖς]
[ἀ]γῶσιν οἷς ἡ πόλις τίθη[σι καὶ ἀτέλειαν εἰσάγου]-
σι καὶ ἐξάγουσι {ΚΑΙ} καθάπ[ερ τοῖς ἄλλοις Ἐρετριεῦσι]·
εἶναι <δ’> αὐτοῖς καὶ ἀσφάλε[ιαν καὶ ἀσυλίαν καὶ πολέμου]
καὶ εἰρήνης παραγινομέν[οις εἰς τὴν πόλιν· ἐπιμε]-
10 λεῖσθαι δ’ αὐτῶν τοὺς ἀεὶ ἐ[ν ἀρχῆι ὄντας ἄρχοντας, ὅπως ἂμ]
μηδ’ ὑφ’ ἑνὸς ἀδικῶνται· ἀν[αγράψαι δὲ τόδε τὸ ψήφι]-
σμα ἐν στῆληι λιθίνηι καὶ σ[τῆσαι ἐν τῶι ἱερῶι τοῦ]
Ἀπόλλωνος τοῦ Δαφνηφόρου.
Search Help
Contact Us