[ ]
Euboia — Eretria — early 3rd c. BC — cf. IG XII, Suppl. 178,211
1 | [θ]εοί. |
Παυσανίας εἶπεν· ἀγαθῆι τύχηι | |
τοῦ δήμου· ὅπως ἂν πάντες εἰδῶ- | |
σιν, ὅτι ἡ πόλις ἡ Ἐρετριέων | |
5 | ἀεὶ πολλὴν πρόνοιαν ἔχει |
ὑπὲρ τῶν αὑτῆς φίλων καὶ εἴ | |
τινες ἐν τοῖς νῦν γενομένοις | |
κινδύνοις χρήσιμοι ἐγένον- | |
το καὶ ἐνεδείκνυντο τῆι πό- | |
10 | λει βουλόμενοι φίλοι εἶν καὶ |
χρησίμους αὑτοὺς παρέχειν οὐ- | |
κ ἐπιλανθάνεται· ἔδοξεν τῶι | |
δήμωι ἐπαινέσαι τε Εὔνομον | |
Κηφισίου Καρύστιον δικαιο- | |
15 | σύνης ἕνεκα τῆς περὶ τὸν δῆμον |
τὸν Ἐρετριέων καὶ εἶναι αὐτὸν | |
πρόξενον καὶ εὐεργέτην Ἐρε- | |
τριέων καὶ αὐτὸν καὶ ἐκγόνους, | |
εἶναι δ’ αὐτῶι καὶ γῆς καὶ οἰκίας | |
20 | ἔνκτησιν ἐν Ἐρετρίαι καὶ ἀτέ- |
λειαν εἰσάγοντι καὶ ἐξάγοντι | |
καθάπερ τοῖς ἄλλοις Ἐρετριεῦ- | |
σι καὶ ἄδειαν καὶ ἀσυλίαν | |
καὶ πολέμου καὶ εἰρήνης· εἶναι | |
25 | δ’ αὐτῶι καὶ πρόσοδον πρὸς βου- |
λὴν καὶ πρὸς τὸν δῆμον, ἄν του | |
δέηται, πρώτωι μετὰ τὰ ἱερὰ | |
καὶ τὴν ἀρχὴν τὴν ἀεὶ προκ[α]- | |
θημένην ἐπιμελεῖσθαι αὐτο[ῦ], | |
30 | ὑπὲρ ὧν ἂν ἀεὶ δέηται, καὶ προσ- |
άγειν ἄν τε πρὸς βουλήν, ἄν τε | |
πρὸς δῆμον βούληται προσιέναι. |