[ ]
Euboia — Eretria — ca. 300-250 BC
epistyle.1 | [Ἀπ]ελλᾶι Κλαζομενίωι προξεν[ία]. |
lower field.2 | οἱ πρόβουλοι καὶ οἱ στρατηγοὶ εἶπον· ἐ- |
πειδὴ Ἀπελλᾶς Μνησιμάχου Κλαζο- | |
μένιος ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸν | |
5 | δῆμον τὸν Ἐρετριέων λέγων καὶ πράτ- |
τ̣ων ἀεὶ τὰ συμφέροντα ἀεὶ Ἐρετριεῦ- | |
σιν, ἔδοξεν τῶι δήμωι εἶναι Ἀπελ- | |
λᾶν Μνησιμάχου Κλαζομένιον πρό- | |
ξενον καὶ εὐεργέτην τοῦ δήμου | |
10 | τοῦ Ἐρετριέων αὐτὸν καὶ ἐκγόνους |
καὶ πρόσοδον εἶναι αὐτοῖς πρὸς τὴν | |
βουλὴν καὶ τὸν δῆμον, εἰάν τι δέ- | |
ωνται, πρώτοις μετὰ τὰ ἱερὰ καὶ προ- | |
εδρίαν ἐν τοῖς ἀγῶσιν, οἷ̣ς ὁ δῆμος | |
15 | τίθησιν· εἶναι δὲ αὐτοῖς καὶ ἔγκτη- |
σιν γῆς καὶ οἰκίας καὶ ἀτέλειαν κα[ὶ] | |
εἰσάγουσι καὶ ἐξάγουσιν καθά- | |
περ τοῖς ἄλλοις Ἐρετριεῦσιν καὶ ἀσ- | |
φάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν | |
20 | καὶ κατὰ θάλατταν καὶ πολέμου |
καὶ εἰρ<ή>νης οὔσης· ἀναγράψαι δὲ τό- | |
δε τὸ ψήφισμα ἐν στήληι λιθίνηι | |
καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λ]- | |
λωνος τοῦ Δαφνηφόρου. |