[ ] Euboia — Eretria — early 3rd c. BC
See also:
1 οἱ πρόβουλοι καὶ οἱ στρατηγοὶ εἶπαν·
ἐπειδὴ Ἀπολλόδωρος̣ Ἀν̣αξιδό̣του
[Μ]ακεδὼν ἀνὴρ ἀ̣γ̣αθό[ς] ἐ̣σ̣τι περὶ τὸν
[δ]ῆμον τὸν Ἐρετριέω̣ν̣ καὶ λέγων καὶ
5 πράττων ἀεὶ τὰ συμ[φέ]ροντα τῶι δήμωι,
ἔδοξεν τεῖ βουλεῖ [κα]ὶ τῶι δήμωι εἶναι
Ἀπολλόδωρον Ἀν̣αξιδότου Μακεδό-
να πρόξενον καὶ εὐεργέτην Ἐρετριέ-
ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ[ῶι]
10 [γῆς] κ̣αὶ οἰκίας ἔγκτ̣ησιν καὶ πρόσοδ̣ο̣[ν]
[πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον — — — —].
Search Help
Contact Us