[ ]
Euboia — Eretria — 4th c. BC — cf. IG XII, Suppl. 178,198
[ἐπειδὴ Ἀδείμαντος Ἀνδροσθένους]- | |
1 | [Λαμψακηνὸς διατρίβων παρὰ τῶι β]ασιλ- |
[εῖ Δημητρίωι — — — — — — — κ]αὶ τἆλλ- | |
[α πάντα οὐδὲν ἐνλείπων τῆ]ς εὐνοίας τ- | |
[ε καὶ συναγωνιζόμενος τοῖ]ς Ἕλλησιν δια- | |
5 | [τελεῖ καὶ περὶ τὸν δῆ]μον τὸν Ἐρετριέ- |
[ων εὔνους ὢν καὶ λέγω]ν καὶ πράττων ἀεὶ | |
[— — — — —]ω̣ν̣ τὰ συμφέροντα Ἐρετρ- | |
[ιέων πόλει· ἔδοξεν] τῶι δήμωι ἐπαινέσαι μ- | |
[ὲν Ἀδείμαντον Ἀ]ν̣δροσθένους Λαμψακην- | |
10 | [ὸν ἀρετῆς ἕνεκα] καὶ φιλοτιμίας τῆς εἰς τ- |
[ὴμ πόλιν τὴν Ἐρε]τριέων καὶ εἶναι πολίτ- | |
[ην τοῦ δήμου αὐ]τὸγ καὶ ἐγγόνους καὶ με- | |
[τεῖναι αὐτοῖς τῶν] ἱερῶν καὶ τῶν̣ ἄλλων ἁπά- | |
[ντων ὧπνερ καὶ το]ῖς ἄλλοις Ἐρετριεῦσι | |
15 | [μέτεστι· εἶναι δ]ὲ καὶ πρόσοδον αὐτοῖς |
[πρὸς τὴμ βουλὴν κ]αὶ τὸν δῆμον πρώτοις μ- | |
[ετὰ τὰ ἱερὰ καὶ ἀτ]έλειαν εἰσάγουσι καὶ | |
[ἐξάγουσι ἐκ τῆς] χώρας ὅσα ἐπὶ χρήσει αὐ- | |
[τοῖς καὶ ἀσφάλει]αν καὶ ἀσυλ{υλ}ίαν {²⁶ἀσυλίαν}²⁶ καὶ εἰ- | |
20 | [σπλέουσι καὶ ἐκ]πλέουσι καὶ εἰρήνης κ- |
[αὶ πολέμου· τοὺς δ]ὲ προβούλους τοὺς ἀεὶ | |
[ὄντας ἐπιμελεῖσθ]αι Ἀδειμάντου καὶ τῶ- | |
[ν ἐγγόνων, ὅπως ἐν Ἐ]ρετρίαι μηθ’ ὑφ’ ἑνὸς ἂν | |
[ἀδικηθῶσιν· στ]ῆσαι δὲ καὶ εἰκόνα | |
25 | [Ἀδειμάντου ὅπου ἂν] βούληται· ἑλέσθαι |
[δὲ καὶ ἄνδρας τρεῖς ἐ]ξ ἁπάντων Ἐρετριέ- | |
[ων, οἵτινες ἐπιμελήσον]ται τῆς εἰκόνος | |
[τῆς κατασκευῆς Ἀδε]ιμάντου· ὁ δὲ ταμ- | |
[ίας καταβαλέτω τὸ ἀργύρ]ιον, καθ’ ὅτι ἂν οἱ | |
30 | [πρόβουλοι γράφωσιν· χειρ]οτονῆσαι δὲ καὶ |
[πρεσβευτὴν ἕνα ἐκ πάντων] Ἐρετριέων, ὅσ- | |
[τις ἀποδώσει Ἀδειμάντωι τὰ ἐψ]ηφισμένα | |
[Ἐρετριεῦσιν καὶ τὴν εὔνοιαν ἐμ]φανιεῖ, | |
[ἣν ὁ δῆμος ἔχει εἰς αὐτόν, δηλώσει δὲ] ὅτι | |
35 | [— — — — — — — — — — — — — —]ον. |