[ ] Euboia — Eretria — late 4th c. BC
1 Ἐλπίνικος εἶπεν· ἐπειδὴ Τιμό-
θεος Λυσανίου Μακεδὼν ἀνὴρ
ἀγαθὸς ὢν διατελεῖ περὶ τὸν
δῆμον τὸν Ἐρετριέων, ἔδοξεν
5 τῶι δήμωι στεφανῶσαι αὐτὸν
χρυσῶι στεφάνωι ἀπὸ χιλίων
δραχμῶν, στῆσαι δὲ καὶ εἰκόνα
αὐτοῦ χαλκῆν ἐφ’ ἵππου καὶ ἀνα-
θεῖναι, ὅπου ἂν βούληται τῶν
10 ἱερῶν τῶν ἐν Ἐρετρίαι ἢ τῆς
πόλεως· εἶναι δὲ αὐτῶι καὶ ἀτέ-
λειαν ἐν Ἐρετρίαι πάντων
καὶ σίτησιν ἐγ δημοσίου αὐτῶι
καὶ ἐκγόνοις· τὰς δὲ τιμὰς τὰς
15 δεδομένας αὐτῶι ἀνακηρῦξαι
τοὺς προβούλους τοῖς Διονυσίοις
ἐν τῶι ἀγῶνι τῶν κυκλίων χορῶν·
ἑλέσθαι δὲ καὶ ἐπιστάτας ἤδη
τρεῖς ἄνδρας ἐπὶ τὴν εἰκόνα, οἵτι-
20 νες ἐπιμελήσονται τὴν ταχίστην
ὅπως ἐπιτελεσθεῖ καὶ λόγον ἀπο-
δώσουσιν τῶν ἀναλωθέντων κατὰ
τὸν νόμον· δοῦναι δὲ Τιμοθέωι
τῶν οἰκιῶν τῶν φυγαδικῶν ἣν ἂν βού-
25 ληται.
Search Help
Contact Us