[ ] Euboia — Eretria — after 340 BC — cf. IG XII, Suppl. 177,189
1             [θ]εο[ί].
Ἐξήκεστος Διοδώρου εἶπεν· ὅπωρ ἂν τὰ Ἀρ-
τεμίρια ὡς κάλλιστα ἄγωμεν καὶ θύωριν ὡς π-
λεῖστοι, ἔδοξεν τεῖ βουλεῖ καὶ τοῖ δήμοι·
5 〚․․〛 τιθεῖν τὴμ πόλιν ἀγῶνα μουσικῆς ἀπὸ χιλίων
δραχμῶν τεῖ Μεταξὺ καὶ τεῖ Φυλακεῖ καὶ παρέχει-
ν ἄρνας τεῖ πρὸ τῶν Ἀρτεμιρίων πέντε ἡμέρας, τ-
ούτων δὲ δύο ἐγκρίτους εἶναι· ἄρχειν δὲ τῆς μο-
υσικῆς τετράδα φθίνοντος τοῦ Ἀνθεστηρι-
10 ῶνος μηνός, τὴν δὲ μουσικὴν τιθεῖν ῥαψωιδοῖς,
αὐλωιδοῖς, κιθαρισταῖς, κιθαρωιδοῖς, παρωιδοῖς,
τοὺς δὲ τὴν μουσικὴν ἀγωνιζομένους πάντα[ς]
ἀγωνίζεσθαι προσόδιον τεῖ θυσίει ἐν τεῖ αὐλεῖ ἔ-
[χο]ντας τὴν σκευὴν ἥμπερ ἐν τοῖ ἀγῶνι ἔχουρ[ι]·
15 [τὰ δ]ὲ ἆθλα δίδοσθαι κατὰ τάδε· ῥαψωιδοῖ ἑκατὸν εἴ-
κοσι, δευτέροι τριήκοντα, τρίτοι εἴκοσι· αὐλωιδοῖ παιδὶ πε-
ντήκοντα, δευτέροι τριήκοντα, τρίτοι εἴκοσι· ἀνδρὶ κιθαρισ-
τεῖ ἑκατὸν δέκα, δευτέροι ἑβδομήκοντα, τρίτοι πεντή-
κοντα πέντε· κιθαρωιδοῖ διηκόσια, δευτέροι ἑκατὸν
20 πεντήκοντα, τρίτοι ἑκατόν· παρωιδοῖ πεντήκοντα, δευ-
τέροι δέκα· σιτηρέσιον δὲ δίδοσθαι τοῖς ἀγωνισταῖς
τοῖς παραγενομένοις δραχμὴν τῆς ἡμέρης ἑκάστοι ἀρ-
ξαμένοις μὴ πλέον τρισὶν ἡμέραις πρὸ τοῦ προάγωνος, μέ-
χρι οὗ ἂν ὁ ἀγὼν γένηται· τὸν δὲ ἀγῶνα τιθόντων οἱ δήμ-
25 αρχοι ὡς ἂν δύνωνται δικαιότατα καὶ ζημιούντων
τὸν ἀτακτέοντα κατὰ τὸν νόμον· παρέχειν δὲ καὶ τοὺς
χώρους ἱερέα κριτά, βοῦς, πάντα τὰ ἔτη· συντελεῖν δὲ
τοὺς χώρους εἰς τὰ κριτὰ καθάπερ Ἡράοις· τὰ δὲ δέ-
ρματα λαμβάνειν τῶν ἱερείων τοὺς τὰ κριτὰ παρέχ-
30 οντας· τοὺς δὲ τῶν ἱερῶν ἐπιστάτας κρίνειν τὰ ἱερέα
κατὰ τὸν νόμον καὶ ἐπιμισθοῦν, ἄν {²⁷ἃν? add. p.VII}²⁷ τις μὴ παρέχει τ-
ῶγ χώρων· πωλεῖν δὲ ἐν τοῖ ἱεροῖ τὸμ βολόμενον ὅτι
[ἂ]μ βόληται ἀτελέα μὴ τιθέντα τέλος μηδὲν μηδὲ πρ-
[ή]ττεσθαι τοὺς ἱεροποιοὺς μηδὲν τοὺς πωλέοντ-
35 ας· τὴν δὲ πομπὴν καθιστᾶν τοὺς δημάρχους ἐν τ-
εῖ ἀγορεῖ, ὅποι τὰ ἱερεῖα πωλεῖται, πρῶτομ μὲν τὰ δ-
ημόσια καὶ τὸ καλλιστεῖον, ἔπειτα τὰ κριτά, ἔπειτα
τῶν ἰδιωτῶν, ἐάν τις βόληται συμπομπεύειν· συμπο-
μπευόντων δὲ καὶ οἱ τῆς μουσικῆς ἀγωνισταὶ πάντ-
40 ες, ὅπως ἂν ὡς καλλίσστη ἡ πομπὴ καὶ ἡ θυσίη γένηται·
ἀναγράψαι δὲ τὸ ψήφισμα ἐστήλει λιθίνηι καὶ στῆσ-
αι ἐν τοῖ ἱεροῖ τῆς Ἀρτέμιδος, ὅπως ἂν κατὰ τοῦτα γί-
ν̣ηται ἡ θυσίη καὶ ἡ μουσικὴ τεῖ Ἀρτέμιδι εἰς τὸν ἀεὶ χ-
[ρό]νον, ἐλευθέρων ὄντων Ἐρετριέων καὶ εὖ πρηττό̣ν̣-
45 [τ]ων καὶ αὐτοκρατόρων.
Search Help