[ ]
Euboia — Karystos — ca. 1st c. BC — cf. Addenda p.176 — cf. IG XII, Suppl. 174,4
1 | [— Ἀλ]α<β>[α]νδέων |
[ἔ]δ̣οξεν Ἀλ̣[αβ]αν<δέ>ων τῇ βου[λ]ῇ καὶ τῷ δήμῳ εἰσ[η]γ[ησα]μ[έ]ν[ων τὴν] γνώμην <Δ>ιονυσ[ικ]<λ>ή[ου]ς̣ {#⁷} τοῦ Β[— — —] | |
[ἐ]<π>ιψηφ[ι]σαμένου δὲ Μενίσκου τ̣[οῦ — — — γνώμη ἀρχόν]των· ἐπεὶ Ἀγαθόπου[ς τοῦ δεῖνος καὶ ὁ δεῖνα τοῦ δεῖνος] | |
καὶ Λαμπρᾶς Ἱλάρου γραμματεὺς Καρύστιοι ἄνδρες ἐνά̣[ρετοι] κ̣[αὶ] ὑπερβαλλούσῃ συνέσ[ει κεκοσμημένοι μεταπεμφ]- | |
5 | θέ<ν>[τες] δικασταὶ δεδικάκασι παρ’ ἡμεῖν [κ]αλῶς καὶ ἀκ<ο>λούθω[ς] τοῖς νόμο[ις] <π>άντα πεποιήκασιν ἀ[ντ]α[ξ]<ίω>ς τοῦ [τῆς πατρίδ]- |
ος ἀξιώματος καὶ τοῦ τῆς πόλεως ἡμῶν με<γ>έθους· ἀνενεώσαντο δὲ κα<ὶ> ἐν τῇ βουλῇ καὶ τῷ δήμῳ καὶ ἐδίδα[ξαν] <τ>ὰ ἀρχῆ[θεν ὑπάρχοντα] | |
ταῖς πόλεσιν πρὸς ἀλλήλας συνγενικὰ δίκαια· ἐποιήσαν[τ]ο δὲ καὶ τὴ[ν ἐν τῇ] πόλε<ι> ἡμῶν <ἐ>πιδημίαν κόσμιον καὶ σώφ̣[ρ]ο<ν>α <κ>αὶ π[ρ]έ[πουσαν τῷ τῆς] | |
δικαστείας ἀξιώματι, ὥστε τὸν δῆμον ἡμῶν ἀποδεξάμενον αὐτοὺς <ψ>[η]φίσασθαι τὰς καθη̣κούσας τιμάς· δεδόχθαι τῇ βουλῇ κ<αὶ> [τῷ δήμῳ] | |
τε<τ>[ει]<μ>ῆ̣σθ̣<αι> πάλιν τήν τε πόλιν καὶ τοὺς προγεγραμμένους ἄνδρας ταῖς ἁρμοζούσαις καὶ προσηκούσαις τειμαῖς <κ>αὶ ἐ[στεφανῶσθαι] | |
10 | χρυσέοις στεφάνοις· ὑπάρχειν δὲ αὐτοῖς καὶ τέκνοις καὶ <ἐκ>γόνοις αὐ[τῶ]ν καὶ πολειτείαν ἐπ’ ἴσῃ καὶ ὁμοίαι [π]<ᾶ>[σιν Ἀλαβανδεῦσιν]· |
ἐξεῖναι δὲ α<ὐ>τοῖς ἀναθεῖνα<ι> καὶ ἀνδρ<ι>άντας ἐν τῷ ἐπισημοτάτῳ τῆς πόλεως ἡμῶν τόπῳ καὶ ἐπιγρ[άψ]α<ι τ>ὰς προγεγ<ρ>[αμμένας τει]- | |
μάς· ὅπως δὲ καὶ ἡ πατρὶς αὐτῶν ἐπιγνῷ τὰ ἐψηφισμένα ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου τοῖς ἀνδρά[σι] τείμια, ἀποσταλ<ῆ>ν[αι εἰς Κάρυστον ἀντί]- | |
γραφον τοῦδε τοῦ ψηφίσματος σημανθὲν τῇ δημοσίᾳ σφραγεῖδι. ❦ |