[ ] Thasos
1 οὐ Λοκρὸν Αἴαντά με κα-
θορᾶς οὐδ’ αὖ Τελαμώνι-
ον, ἀλλὰ τὸν ἐν σταδίοις
ἀρέσαντα ἀρηίοισι νείκε-
5 σιν, ψυχὰς πολλὰς σώ-
σ<α>ντα κρατερῶς ὑπ’ ἀ-
νάνκην, ἐλπίζων καὐ-
τὸς ὅτι κἀμοί τις ταὔτ’ ἀ-
ποδώσει· καί με κατέ[πε]-
10 [φν]εν ἀντίος οὐδείς, ἀλ-
λ’ ἰδίῳ ἔθανον, καί με ἄλο-
χος σεμνὴ ἔνθα θέ-
το Θάσου εἰς πέδον
[ἁ]γνόν. Καλλιγένεια Α[ἴ]-
15 [α]ντι ἀνδρὶ ἰδίῳ μνήμ-
ης χάριν.
Search Help
Contact Us