[ ] Att. — Eleusis — stoich. 50 — c. 422 a.?
See also:
1 [Τιμο]τέλ[ε]ς Ἀχαρνε[ὺς] ἐγραμμάτευε.
[ἔδοχσ]εν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Κεκροπὶς ἐπρυτάνευε, Τιμοτέ-
[λες ἐ]γραμμάτευε, Κυκνέας ἐπεστάτε· τάδε οἱ χσυγγραφε͂ς χσυνέ-
[γρ]αφσαν· ἀπάρχεσθαι τοῖν θεοῖν το͂ καρπο͂ κατὰ τὰ πάτρια καὶ τὲ-
5 ν μαντείαν τὲν ἐγ Δελφο͂ν Ἀθεναίος ἀπὸ το͂ν ℎεκατὸν μεδίμνον [κ]-
ριθο͂ν μὲ ἔλαττον ἒ ℎεκτέα, πυρο͂ν δὲ ἀπὸ το͂ν ℎεκατὸν μεδίμνον μ-
ὲ ἔλαττον ℎεμιέκτεον· ἐὰν δέ τις πλείο καρπὸν ποιε͂ι ἒ τ[οσοῦτο]-
ν ἒ ὀλείζο, κατὰ τὸν αὐτὸν λόγον ἀπάρχεσθαι. ἐγλέγεν δὲ [τὸς δ]εμ-
άρχος κατὰ τὸς δέμος καὶ παραδιδόναι τοῖς ℎιεροποιοῖς τοῖς
10 Ἐλευσινόθεν Ἐλευσῖνάδε. οἰκοδομε͂σαι δὲ σιρὸς τρε͂ς Ἐλευσῖν-
ι κατὰ τὰ πάτρια ℎόπο ἂν δοκε͂ι τοῖς ℎιεροποιοῖς καὶ το͂ι ἀρ[χ]ιτ-
έκτονι ἐπιτέδειον ἐ͂ναι ἀπὸ το͂ ἀργυρίο το͂ τοῖν θεοῖν. τὸ[ν δὲ κα]-
ρπὸν ἐνθαυθοῖ ἐμβάλλεν ℎὸν ἂν παραλάβοσι παρὰ το͂ν δεμάρ[χον],
ἀπάρχεσθαι δὲ καὶ τὸς χσυμμάχος κατὰ ταὐτά. τὰς δὲ πόλες [ἐγ]λ[ο]-
15 γέας ℎελέσθαι το͂ καρπο͂, καθότι ἂν δοκε͂ι αὐτε͂σι ἄριστα ὁ καρπὸ-
[ς] ἐγλεγέσεσθαι· ἐπειδὰν δὲ ἐγλεχθε͂ι, ἀποπεμφσάντον Ἀθέναζε·
τὸς δὲ ἀγαγόντας παραδιδόναι τοῖς ℎιεροποιοῖς τοῖς Ἐλευσι-
νόθεν Ἐλευσῖνάδε· ἐ[ὰ]ν δὲ μὲ παραδέχσονται πέντε ἑμερο͂ν vvvv
ἐπειδὰν ἐπαγγελε͂ι, παραδιδόντον το͂ν ἐκ τε͂ς πόλεος ℎόθεν ἂν [ἐ͂]-
20 [ι] ὁ κα[ρπ]ός, εὐθυνόσθον ℎοι ℎιεροποιοὶ χιλίαισιν v δραχμε͂σι [ℎ]-
[έκασ]τος· καὶ παρὰ το͂ν δεμάρχον κατὰ ταὐτὰ παραδέχεσθαι. [κέρ]υ-
[κα]ς δὲ ℎελομένε ℎε βολὲ πεμφσάτο ἐς τὰς πόλες ἀ[γ]γέλλον[τ]ας [τὰ]
[νῦν] ℎεφσεφισμένα το͂ι δέμοι, τὸ μὲν νῦν ἐ͂ναι ℎος τάχιστα, τὸ δὲ [λ]-
οιπὸν ℎόταν δοκε͂ι αὐτε͂ι. κελευέτο δὲ καὶ ℎο ℎιεροφάντες καὶ [ὁ]
25 δαιδο͂χος μυστερίοις ἀπάρχεσθαι τὸς ℎέλλενας το͂ καρπο͂ κατὰ
τὰ πάτρια καὶ τὲν μαντείαν τὲν ἐγ Δελφο͂ν. ἀναγράφσαντες δὲ ἐ[μ]
πινακίοι τὸ μέτρον το͂ καρπο͂ το͂ τε παρὰ το͂ν δεμάρχον κατὰ τὸ[ν δ]-
[ε͂]μον ℎέκαστον καὶ το͂ παρὰ το͂ν πόλεον κατὰ τὲν πόλιν ℎεκάσ[τεν]
[κ]αταθέντον ἔν τε το͂ι Ἐλευσινίοι Ἐλευσίνι καὶ ἐν το͂ι βολ[ευτ]ε-
30 [ρ]ίοι. ἐπαγγέλλεν δὲ τὲν βολὲν καὶ τε͂σι ἄλλεσι πόλεσιν [τ]ε͂[σι] ℎε-
[λ]λενικε͂σιν ἁπάσεσι, ℎόποι ἂν δοκε͂ι αὐτε͂ι δυνατὸν ἐ͂ναι, λ[έγο]ν-
τας μὲν κατὰ ℎὰ Ἀθεναῖοι ἀπάρχονται καὶ οἱ χσύμμαχοι, ἐκέ[νοι]-
[ς] δὲ μὲ ἐπιτάττοντας, κελεύσοντας δὲ ἀπάρχεσθαι, ἐὰν βόλονται,
[κ]ατὰ τὰ πάτρια καὶ τὲν μαντείαν τὲν ἐγ Δελφο͂ν. παραδέχεσθαι δ-
35 ὲ καὶ παρὰ τούτον το͂ν πόλεον ἐάν τις ἀπάγει τὸς ℎιεροποιὸς κα-
τὰ ταὐτά. θύεν δὲ ἀπὸ μὲν το͂ πελανο͂ καθότι ἂν Εὐμολπίδαι [ἐχσℎε]-
[γο͂]νται, τρίττοιαν δὲ βόαρχον χρυσόκερον τοῖν θεοῖν ℎεκα[τέρ]-
[αι ἀ]πὸ το͂ν κριθο͂ν καὶ το͂ν πυρο͂ν καὶ το͂ι Τριπτολέμοι καὶ το͂ι [θε]-
ο͂ι καὶ τε͂ι θεᾶι καὶ το͂ι Εὐβόλοι ℎιερεῖον ℎεκάστοι τέλεον καὶ
40 τε͂ι Ἀθεναίαι βο͂ν χρυσόκερον· τὰς δὲ ἄλλας κριθὰς καὶ πυρὸς ἀπ-
οδομένος τὸς ℎιεροποιὸς μετὰ τε͂ς βολε͂ς ἀναθέματα ἀνατιθέν-
αι τοῖν θεοῖν, ποιεσαμένος ℎαττ’ ἂν το͂ι δέμοι το͂ι Ἀθεναίον δοκε͂-
ι, καὶ ἐπιγράφεν τοῖς ἀναθέμασιν, ℎότι ἀπὸ το͂ καρπο͂ τε͂ς ἀπαρχε͂-
ς ἀνεθέθε, καὶ ℎελλένον τὸν ἀπαρχόμενον· [τοῖ]ς δὲ ταῦτα ποιο͂σι
45 πολλὰ ἀγαθὰ ἐ͂ναι καὶ εὐκαρπίαν καὶ πολυκαρπία[ν, ℎοί]τινες ἂν
[μ]ὲ ἀδικο͂σι Ἀθεναίος μεδὲ τὲν πόλιν τὲν Ἀθεναίον μεδὲ τὸ θεό. v
[Λ]άμπον εἶπε· τὰ μὲν ἄλλα καθάπερ αἱ χσυγγραφαὶ τε͂ς ἀπαρχε͂ς το͂
καρπο͂ τοῖν θεοῖν· τὰς δὲ χσυνγραφὰς καὶ τὸ φσέφισμα τόδε ἀναγ-
ραφσάτο ℎο γραμματεὺς ℎο τε͂ς βολε͂ς ἐν στέλαιν δυοῖν λιθίναι-
50 ν καὶ καταθέτο τὲν μὲν Ἐλευσῖνι ἐν το͂ι ℎιερο͂ι τὲν δὲ ℎετέραν [ἐ]-
μ πόλει· ℎοι δὲ πολεταὶ ἀπομισθοσάντον τὸ στέλα· ℎοι δὲ κολ[ακρ]-
έται δόντον τὸ ἀργύριον. ταῦτα μὲν πε[ρ]ὶ τε͂ς ἀπαρχε͂ς το͂ καρ[π]ο͂ [τ]-
οῖν θεοῖν ἀναγράφσαι ἐς τὸ στέλ[α], με͂να δὲ ⋮⋮⋮ ἐμβάλλεν ℎεκατονβ-
αιο͂να τὸν νέον ἄρχοντα τὸν δὲ βασ[ι]λέα ℎορίσαι τὰ ℎιερὰ τὰ ἐν τ[ο͂]-
55 ι Πελαργικο͂ι, καὶ τὸ λοιπὸν μὲ ἐνℎιδρύεσθαι βομὸς ἐν το͂ι Πελα-
ργικο͂ι ἄνευ τε͂ς βολε͂ς καὶ το͂ δέμο, μεδὲ τὸς λίθος τέμνεν ἐκ το͂ [Π]-
ελαργικο͂, μεδὲ γε͂ν ἐχσάγεν μεδὲ λίθος. ἐὰν δέ τις παραβαίνει v
τ⋮⋮⋮ούτον τι, ἀποτινέτο πεντακοσίας δραχμάς, ἐσαγγελλέτο δὲ ℎ-
[ο] βασιλεὺς ἐς τὲν βολέν. περὶ δὲ το͂ ἐλαίο ἀπαρχε͂ς χσυγγράφ-
60 σας Λάμπον ἐπιδειχσάτο τε͂ι βολε͂ι ἐπὶ τε͂ς ἐνάτες πρυτανείας·
ℎε δὲ βολὲ ἐς τὸν δε͂μον ἐχσενενκέτο ἐπάναγκες.
Search Help
Contact Us