[ ] Thasos — 1st c. BC
frg. a.1 [— — — — — κατὰ(?) τ]ὰ αὐτὰ δὲ καὶ το[ὺς ἄλ]-
λους ἀναγορευέτω καθ’ ἕνα ἕκαστ[ον]·
δίδοσθαι δὲ αὐτοῖς καὶ διμοιρίαν, ὅ[ταν]
ἐπιμηνιεύηιτ[αι] ἐκ τοῦ κοινοῦ· στεφαν[οῦσ]-
5 θαι δὲ αὐτοὺς καὶ εἴ τι περί τινα αὐτῶν ἀν-
θρώπινον γένοιτο πρὸ τῆς ἐκκομιδ[ῆς]
στεφάνωι χρυσῶι [ἐ]ξ ἡμιχρύσου· τὸ δὲ [ἀ]-
νάλωμα διδόναι τὸν ἑκάστοτ[ε ὄν]-
τα ταμίαν· ἀναγράψαι δὲ αὐτῶν τόδ[ε τὸ]
10 ψήφισμα εἰς στήλην λιθίνην, [ἣ]ν κ[αὶ κατα]-
[σ]κευασ<ά>τω Ἀμφιτρύων ὁ ταμία[ς ἐκ τοῦ]
[ταμ]ικοῦ καὶ ἀναθέτω εἰς τὸν το<ῖ>χον τ[ὸν]
[ἐν τ]ῆι στοᾶι, διδοὺς τὸ ἀνάλωμα τὸ ε[ἰς]
[ταῦτα] ἐκ τοῦ πόρου τοῦ ταμικοῦ κα․․5․․
15 [— — — — — — — — — — — —]ο̣ν̣ ὁ ταμίας ․․5․․
frg. b.16 [σκ]ευασάτω [— — — — — — — — — — — — — — —]
τὸ ψήφισμα ἀναγράψει· ὅπ[ως δὲ κύρια τὰ ἐψη]-
φισμένα γίνηται, ἐπιμέλεσ[θαι τὸν ἐπώνυ]-
μον καὶ τὸν ταμίαν καὶ τὸν γρα[μματέα]
20 τοὺς ἑκάστοτε γινομένους, κυρί[ους ὄντας]
καὶ ζημιοῦν ἄχρι δραχμῶν ἓξ τὸν [ἀπει]-
θοῦντα περὶ τῶν γεγραμμένων ἐν [ταῖς]
τιμαῖς.
Search Help
Contact Us