[ ]
Thasos — 2nd/1st c. BC
1 | ἔδοξεν τοῖς Ποσειδωνιασταῖς τοῖς μετ’ ἐπω- |
νύμου Ἀγαθοκλείους τοῦ Ἀγαθοκλείους· | |
ἐπειδὴ Πυθίων ὁ Ἡρακλείδου ἀπὸ τῆς | |
πρώτης ἡλικίας ἀκόλουθος γινό- | |
5 | μενος τῆς τῶν προγόνων ἀρετῆς, |
αἱρεθεὶς ἐπιμήνιος ἐν τῶι ἐν<ι>αυ- | |
τῶι τῶι ἐπὶ Ἀγασιφῶντος τήν τε | |
δαπάνην ἐποιήσατο ἐκ τοῦ ἰδί- | |
ου βίου πᾶσαν οὖσαν οὐ μικράν, | |
10 | βουλόμενος ἐπαύξειν τὰς κοινὰς |
προσόδους ὅσον ἐφ’ ἑαυτῶι | |
καὶ ἐν μηθενὶ λείπεσθαι τῶν κα- | |
[λ]ῶν καὶ πρὸς ἀρετὴν ἀνηκόντων· ὅ- | |
[πως ἂν οὖν ἡ] σύνοδος εὐχάριστος | |
15 | [φαίνηται, ἀγαθῆι τύχ]ηι δεδόχθαι |
[τῆι συνόδωι τῶν Ποσειδω]νιαστῶν | |
[— — — — — — — — — — — — — — — —] |