[ ]
Thasos — 2nd c. BC
1 | ἀγαθῆι τύχηι. |
ἔδοξεν τοῖς Σαραπιασταῖς | |
τιμῆσαι τὴν ἐπωνυμίαν | |
τῶν Σαραπιαστῶν· ὁ δὲ | |
5 | ἀγοράσας τὴν ἐπωνυμίαν |
ἕξει γέρα παρὰ τοῦ κοινοῦ | |
τάδε· ἀνακείσεται ἐν τῆι | |
κλισίαι τῆι ἱερᾶι ἔχων στρόφιο[ν] | |
λευκόν· καὶ στεφανωθήσεται | |
10 | κοινῆι καθ’ ἑκάστην σύνοδον ὑπ[ὸ] |
τοῦ δοχέως τῶι ἐπωνύμωι στεφά- | |
νωι, ἀναγγελίας γινομένης ὑπὸ | |
τοῦ ἱεροκήρυκος· καὶ τὰς προσωνυμ[ί]- | |
ας τῶν διοικημάτων περὶ ὧν ἂν οἱ | |
15 | Σαραπιασταὶ διοικῶσιν ἕξει παρὰ τ[οῦ] |
κοινοῦ εἰς ἅπαντα τὸν χρόνον ἕως | |
ἂν ζῆι· καὶ ἐν τῶι κώθωνι συνομό- | |
ψηφος ἔσται μετὰ τοῦ ἱερέως καὶ | |
τοῦ γραμματέως καθότι καὶ ἐκεί- | |
20 | νοις προστέ[τα]κται ἐν τῶι νόμωι· |
ὁ δὲ ἀγοράσας τὴν ἐπωνυμίαν | |
δώσει τὴμ μὲν πρώτην καταβολὴ[ν] | |
ἐν τῶι Γαλαξιῶνι τῶι ἐπὶ Λεωνίδου, | |
τὴν δὲ <δε>υτέραν ἐν τῶι ἐνιαυτῶι | |
25 | τῶι μετὰ Λεωνίδην, τὴν δὲ |
τρίτην ἐν τῶι μετὰ ταῦτα ἔτ[ει] | |
κατὰ ταὐτά· ἀπὸ δὲ τοῦ διαφόρ[ου] | |
τούτου ὅπως ἂν ἀναγραφῆι τὰ | |
δοχθέντα ἐν τῶι ἱερῶι καὶ τὰ | |
30 | ὀνόματα τοῦ τε ἔχοντος τὴν |
ἐπωνυμίαν καὶ τῶν συνσαρα- | |
πιαστῶν, ἐπιμελὲς γενέσθω | |
τῶι τε ἐπωνύμωι καὶ τῶι γραμμ[α]- | |
τεῖ, καὶ ἀναγραφήτω ἐν τῶι ἱερῶι | |
35 | ἐν τῶι ἐπιφανεστάτωι τόπωι, |
οὗ ἂν βούληται ὁ ἐπώνυμος. | |
ἐπρίατο Ὑψικλῆς Στασιμένου | |
δραχμῶν ἐνενήκοντα ἕξ. | |
ἐπώνυμος· Ὑψικλῆς Στασιμένου. | |
40 | Σαραπιασταί· Διόδωρος Ἀρχεδήμ[ου], |
Ἀριστέας Παρμένοντος, | |
Παιέστρατος Πυθίππου, | |
Πολυκράτης Φιλοκράτου, | |
Φιλίσκος Κλέωνος, | |
45 | [— — — — — — — —] |