[ ]
Thasos — 2nd c. BC
| 1 | ἀγαθῆι τύχηι. |
| ἔδοξεν τοῖς Σαραπιασταῖς | |
| τιμῆσαι τὴν ἐπωνυμίαν | |
| τῶν Σαραπιαστῶν· ὁ δὲ | |
| 5 | ἀγοράσας τὴν ἐπωνυμίαν |
| ἕξει γέρα παρὰ τοῦ κοινοῦ | |
| τάδε· ἀνακείσεται ἐν τῆι | |
| κλισίαι τῆι ἱερᾶι ἔχων στρόφιο[ν] | |
| λευκόν· καὶ στεφανωθήσεται | |
| 10 | κοινῆι καθ’ ἑκάστην σύνοδον ὑπ[ὸ] |
| τοῦ δοχέως τῶι ἐπωνύμωι στεφά- | |
| νωι, ἀναγγελίας γινομένης ὑπὸ | |
| τοῦ ἱεροκήρυκος· καὶ τὰς προσωνυμ[ί]- | |
| ας τῶν διοικημάτων περὶ ὧν ἂν οἱ | |
| 15 | Σαραπιασταὶ διοικῶσιν ἕξει παρὰ τ[οῦ] |
| κοινοῦ εἰς ἅπαντα τὸν χρόνον ἕως | |
| ἂν ζῆι· καὶ ἐν τῶι κώθωνι συνομό- | |
| ψηφος ἔσται μετὰ τοῦ ἱερέως καὶ | |
| τοῦ γραμματέως καθότι καὶ ἐκεί- | |
| 20 | νοις προστέ[τα]κται ἐν τῶι νόμωι· |
| ὁ δὲ ἀγοράσας τὴν ἐπωνυμίαν | |
| δώσει τὴμ μὲν πρώτην καταβολὴ[ν] | |
| ἐν τῶι Γαλαξιῶνι τῶι ἐπὶ Λεωνίδου, | |
| τὴν δὲ <δε>υτέραν ἐν τῶι ἐνιαυτῶι | |
| 25 | τῶι μετὰ Λεωνίδην, τὴν δὲ |
| τρίτην ἐν τῶι μετὰ ταῦτα ἔτ[ει] | |
| κατὰ ταὐτά· ἀπὸ δὲ τοῦ διαφόρ[ου] | |
| τούτου ὅπως ἂν ἀναγραφῆι τὰ | |
| δοχθέντα ἐν τῶι ἱερῶι καὶ τὰ | |
| 30 | ὀνόματα τοῦ τε ἔχοντος τὴν |
| ἐπωνυμίαν καὶ τῶν συνσαρα- | |
| πιαστῶν, ἐπιμελὲς γενέσθω | |
| τῶι τε ἐπωνύμωι καὶ τῶι γραμμ[α]- | |
| τεῖ, καὶ ἀναγραφήτω ἐν τῶι ἱερῶι | |
| 35 | ἐν τῶι ἐπιφανεστάτωι τόπωι, |
| οὗ ἂν βούληται ὁ ἐπώνυμος. | |
| ἐπρίατο Ὑψικλῆς Στασιμένου | |
| δραχμῶν ἐνενήκοντα ἕξ. | |
| ἐπώνυμος· Ὑψικλῆς Στασιμένου. | |
| 40 | Σαραπιασταί· Διόδωρος Ἀρχεδήμ[ου], |
| Ἀριστέας Παρμένοντος, | |
| Παιέστρατος Πυθίππου, | |
| Πολυκράτης Φιλοκράτου, | |
| Φιλίσκος Κλέωνος, | |
| 45 | [— — — — — — — —] |