[ ] Thasos — beg. 3rd c. BC
1 [ἀνέγραψαν ἄρχοντες(?) — — — — —,  — — — — —]ς Σκύμνος Λάμπωνος, καὶ θεωροὶ Τιμανδρίδης Εὐθυκλεῦς, Παμφαίης Αἰχμοκρίτου,
[{²ὁ δεῖνα τοῦ δεῖνος}²· κατὰ ψήφισμα βουλῆς κ]αὶ δήμου, Ἐλευ[θερι][ν]ος· ἀγαθῆι τύχηι· Σύμμαχον καὶ Σατυρίωνα τοὺς Μήτρωνος καὶ Κρινὼν τὴν Ζωπύρου
[— — — — — — — — — {²ethnicum}²] εἶναι πολίτας, δόντας τῆι πόλει ἕκαστον στατῆρας ἑκατόν, καὶ αὐτοὺς καὶ τοὺς ἐκ τούτων γινομένους, {²vac.}²
[καὶ μετεῖναι αὐτοῖς πάντω]ν ὧν καὶ τοῖς ἄλλοις Θασίοις μέτεστιν· ἰέναι δὲ αὐτοὺς καὶ εἰς πάτρην ἣν ἂν πείθωσιν· ταῦτα δὲ ἀναγράψαι
5 [τοὺς θεωρούς· τὸ δὲ ἀνάλωμα] δοῦναι τὸν ἱερομνήμονα. μὴ ἐξεῖναι δὲ ὑπὲρ τούτων μηδενὶ μήτε εἰπεῖν μήτε ἐπελθεῖν μήτε ἐπιψηφίσαι·
[ὃς δ’ ἂν παρὰ ταῦτα εἴπηι ἢ ἐπέ]λθηι ἢ ἐπιψηφίσηι, τά τε δόξαντα ἄκυρα ἔστω καὶ χιλίους στατῆρας ὀφειλέτω ἱεροὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι.
[δικασάσθων δὲ οἱ ἀπόλογοι· ἂν δὲ μὴ δικάσωνται, αὐτοὶ ὀφειλόν]των, καὶ δικασάσθων αὐ<τ>οῖς ἀπόλογοι οἱ ἐπὶ τούτοις αἱρεθέντες· δικασ[άσθω δὲ] καὶ τῶν ἄλλων
[O( E)QE/LWN, KAI\ A)\N NIKH/SHI O( I)DIW/THS MHNUTH\S[1%1]1] GENO/MENO[S, METEI=NAI AU)TW=I TO\ H(/MUSU[1%1]1 TH=S KATADI/KHS].
Search Help
Contact Us