frg. a.1 | [— — — — — — — — — — Λαμψακην]ῶ̣ν(?) {²vac.}² |
[— — — — — — — — — — — — — — εἰ]κάδ[ι] | |
[— — — — — — — — — — — — — — — ἐ]γραμ- | |
[μάτευεν· — — — — — — — — — γνώ]μη τῆ[ς] | |
5 | [βουλῆς· ἐπειδὴ Νοσσικᾶς Ἡρᾶδος] Θάσιος |
[ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὑπάρχ(?)]ων ἔν τ[ε] | |
[τ]οῖς [πρότερον χρόνοις διε]τέλει χρήσ[ι]- | |
[μ]ος ὢν [τῶν ἡμετέρων] πολιτῶν τοῖς | |
[δ]εομ[ένοις, καὶ νῦν(?) πολ]λὰς καὶ μεγά- | |
10 | [λ]ας χρ[είας] κα[θ]ά[περ] καὶ οἱ πρόγονοι |
[α]ὐτο[ῦ] π[α]ρ[έσ]χηται τῶι δήμωι καὶ τῶν | |
πολιτῶν τοῖς ἁλοῦσιν ἐν τῆι ναυμαχ[ί]- | |
[α]ι τῆς σωτηρίας αἴτιος ἐγένετο καὶ | |
[ἐ]κ τῶν ἰδίων ἀργύριον ἔδωκεν εἰς τὴν | |
15 | [ἀ]νακομιδὴν αὐτοῖς τὴν εἰς οἶκον, ἐν- |
[δ]εικνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸ[ς] | |
τὴν πόλιν ἡμῶν, δεδόχθαι τῆι βουλῆ[ι]· | |
ἐπαινέσαι μὲν Νοσσικᾶν Ἡρᾶδος [ἀ]ρε- | |
τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν | |
20 | [δ]ῆμον τὸν Λαμψακηνῶν καὶ στε[φα]- |
νῶσαι αὐτὸν ἐν Θάσωι ἐν τῶι θεά[τρωι] | |
Διονυσί[οις τραγωιδῶν τῶι ἀγῶνι(?) — —] | |
frg. b.23 | [— — — — — — — ποιουμένου τοῦ κήρυκος(?)] |
[τὴν ἀναγγελ]ί̣α̣ν̣· ὁ δῆμος [ὁ Λαμψακηνῶν] | |
25 | [στεφα]νοῖ Νοσσικᾶν Ἡρᾶδ[ος ἀρετῆς ἕνε]- |
[κεν καὶ εὐν]οίας τῆς εἰς αὐτόν. [τὸν δὲ] | |
[πρεσβευτὴν(?) τὸν κεχειρο]τονημέν[ον(?)] | |
[— — — — — — — — — — — — — —]ο̣[— — —] | |
frg. c.29 | [— — — — — — — — — — — —] Λ̣υκωνίδ[α] {²⁷Γλ]α̣υκωνίδ[α]?}²⁷ |
30 | [ἀφικόμενον εἰς Θ]άσον διαλέγεσθα[ι] |
[— — — — — — — — — δι]αφυλάσσει[ν] | |
frg. d.32 | [— — — — — — — — — — — — — — ὅπως πᾶ]- |
[σι φανερὸν ἦι, ὅτι ὁ δῆμος ἐπίσταται] | |
[τι]μᾶν [τοὺς εὐεργ]ετοῦντας α[ὐτὸν κα]- | |
35 | [τ’] ἀξίαν τῶ[ν] εὐεργετημάτων· ἐφόδιον |
δὲ δοῦναι τῶι πρεσβευτῆι τοὺς ἐπὶ τῆι | |
[δ]ιοικήσει ἡμερῶν τριάκοντα. {²vac.}² |
IG XII Suppl.
354