[ ]
Peparethos — shortly after 197? BC
1 | [Ε]ὔαθλος εἶπεν, Διονυσόδωιρος ἐπεψήφισ̣ε̣· |
ἐπειδὴ Φιλόξενος Φιλοξένου Ἀθηναῖος ἀνὴρ ἀ- | |
γαθὸς ὢν καὶ εὔνους ὑπάρχων διατελεῖ τεῖ πό- | |
λει ἡμῶν χρείας τε παρέχεται καὶ κοινῆι καὶ κα- | |
5 | [τ’] ἰδίαν τοῖς δεομένοις τῶμ πολιτῶν, τόν |
[τ]ε ναὸν τῆς Ἀθηνᾶς ἐργολαβήσας μεταγα- | |
[γ]εῖν καὶ οἰκοδομῆσαι̣ ἐ̣μ πλείοσιν τε τῶμ περ[ὶ] | |
τ̣ὸ ἔργον ἀνέστραπται συμφερόντως τεῖ | |
πόλει, τό τε ἔργον συνετέλεσεγ κατὰ τὴ[ν] | |
10 | συγγραφὴν εὐαρέστως, ἐπεδέξατο δὲ |
μετάξειμ μετὰ τοῦ [ἀ]ρχιτέκτονος τήν | |
[τ]ε βάσιγ καὶ τὸ ἄγαλμα καὶ κατέστησεν εἰ- | |
[ς] τὸν ναὸν ἰδίοις δαπανήμασιν, καὶ τὸν βω- | |
μὸμ μεταγαγὼν κατεσκεύασεν καθὼς ὁ δ[ῆ]- | |
15 | μος παρεκάλεσεν αὐτόν· ἵνα οὖν καὶ ὁ ἡμέ- |
τερος δῆμος εὐχάριστος ὢμ φαίνηται καὶ | |
[τ]ιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ χάριτας | |
[ἀ]πονέμων ἀξίας τῶν εἰς ἑαυτὸν γινομέ- | |
[ν]ων εὐεργετημάτων, δεδόχθαι τεῖ βουλεῖ κα[ὶ] | |
20 | [τ]ῶι δήμωι τῶι Πεπαρηθίων· ἐπαινέσαι Φι- |
[λ]όξενομ Φιλοξένου Ἀθηναῖον καὶ εἶναι αὐ- | |
[τ]ὸμ πρόξενογ καὶ εὐεργέτην τῆς πόλεως ἡ- | |
μ̣ῶν καὶ τοὺς ἐκγόνους αὐτοῦ, δεδόσθαι δ[ὲ] | |
[α]ὐτῶι καὶ γῆς καὶ οἰκίας ἔγκτησιν καὶ προ- | |
25 | [δ]ικίαν ἄνευ ἐπιδεκάτωγ καὶ προεδρίαν ἐν |
[τ]οῖς τῆς πόλεως ἀγῶσιγ καὶ πρόσοδον πρὸ- | |
[ς] τὴν βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ | |
τὰ ἱερὰ καὶ Ῥωμαίους καὶ ἀσφάλειαγ καὶ πολ[έ]- | |
μου καὶ εἰρήνης καὶ τὰ ἄλλα ὅσα καὶ τοῖς ἄλ- | |
30 | [λ]οις προξένοις ἐκ τῶν νόμων ὑπάρχει, στεφα- |
[ν]ῶσαι δὲ αὐτὸγ κιττοῦ στεφάνωι τῶι πατρίωι τοῦ θε- | |
[ο]ῦ καὶ ἀναγορεύειν Διονυσίων ᾗ τραγωιδοί, τῆς δὲ ἀν[α]- | |
γ̣ορεύσεως τοῦ στεφάνου ἐπιμελείσθωσαν οἱ ἄρχον- | |
τες οἱ κατ’ ἐνιαυτὸγ γινόμενοι, καλεσάτωσαν δὲ αὐτὸν | |
35 | οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον ἐπὶ τὴγ |
[κ]οινὴν ἑστίαν, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰστήλη[ν] | |
[λ]ιθίνην καὶ στῆ[σα]ι ἐν τῶι προνά̣ωι τῆς Ἀθηνᾶς τῆς Πολι- | |
[ά]δος. |