[ ]
Thasos
1 | σῶμα κόρης ἁρπαχθὲν ἀ[μει]λίκ[τ]ων ὑ[π]ὸ [Μ]οιρ[ῶ]ν |
παρθένου ἀνθοφόρου τύμβος ὅδ’ ἐ[γ]κατέχει· | |
ψυχὴ δ’ ἀθανάτω[ν] βουλαῖς [ἐπ]ι[δ]ή{ο}μιός {²⁶ἐπιδήμιός}²⁶ ἐστιν | |
ἄστροις καὶ ἱερὸν χῶρον ἔχει μακά[ρ]ων· | |
5 | οὐδὲ πικρὸν Μοιρῶμ μ[ίτ]ον ἔκ[φυγεν], οὐδ’ [ἐ]δυ[ν]ήθη |
ἀνθού[σ]η[ς] ὥρ̣[ης κ]αρ[π]ὸ[ν ἀποδρέπεμεν(?)] | |
ἀλλὰ τρισκαιδεκάτου π[ερ]ι[τελλο]μένου [ἐνι]αυ[τ]οῦ | |
γειναμένο[ι]ς [μ]έ[γα] π[ένθ]ος ἑο[ῖ]ς [κατέ]λειψε τοκεῦσιν. | |
Αὐρ[ηλ]ί[α Θεαν]ὼ Ἡροδότου προσφιλὴς χαῖρε. |