[ ] Thasos
1 Κατίλλιός μοι χρ[ηστὸς ὢν ὁ]μ̣ευνέτης
Δημητρίᾳ τόδ’ ἐπὺ δωμήσας λίθου
ἀγλάϊσμα λέκτρων ε<ἵ>νεκεν σεμνῶν πόρεν· | ἔτη δέ μ̣οι π̣έντ’ ἠδὲ καὶ δ̣[ὶς εἴκοσι]
ζωῆς παρέσχεν ἐν βροτοῖς Μοιρῶν νόμος.
5 εἰ καὶ χηλὸς ἔχει δέμας ἀγλαόν, αὐτὰρ ἐς αἴθρην
ψυχὴ ἔβη ἐμέθεν· φθένξομ’ ἀριφραδέως·
     ἠϊθέοις γὰρ ἔδωκε θεὸς μετὰ μοῖραν ὀλέθρου
ὡς ζώουσι λαλῖν πᾶσιν ἐπιχθονίοις.
    οὔθ’ ἅμα παρθενικῇσιν ἐγὼ χορὸν εὐρὺν ἄθυρον,
10      (ἤκαχε γάρ με λυγράν, μῆτερ ἀποφθιμένη)
     οὔτε με νυμφοκόμοις θαλάμοισιν ἐσεῖλκεν ὁ σ[εμνὸς]
    κουρίδιον γενέτης πρὸς πόσιν ἐρχομένην·
ἀλλ’ ἔτι μ’ ἀδμήτην, ἀταλόφρονα, μοῖρ’ ἐκίχανεν
Χρυσίδα καὶ γαμίης ἐλπίδος ἐστέρεσεν· | ὀ[κτωκαιδεκ]έτιν δὲ πατὴρ φίλος ἔνθα λάεσσι[ν]
15               ἀϊδίου μνήμης τύνβον ἐπᾶ[ρε κόρῃ].
Search Help
Contact Us