[ ]
Thasos
1 | Κατίλλιός μοι χρ[ηστὸς ὢν ὁ]μ̣ευνέτης |
Δημητρίᾳ τόδ’ ἐπὺ δωμήσας λίθου | |
ἀγλάϊσμα λέκτρων ε<ἵ>νεκεν σεμνῶν πόρεν· | ἔτη δέ μ̣οι π̣έντ’ ἠδὲ καὶ δ̣[ὶς εἴκοσι] | |
ζωῆς παρέσχεν ἐν βροτοῖς Μοιρῶν νόμος. | |
5 | εἰ καὶ χηλὸς ἔχει δέμας ἀγλαόν, αὐτὰρ ἐς αἴθρην |
ψυχὴ ἔβη ἐμέθεν· φθένξομ’ ἀριφραδέως· | |
ἠϊθέοις γὰρ ἔδωκε θεὸς μετὰ μοῖραν ὀλέθρου | |
ὡς ζώουσι λαλῖν πᾶσιν ἐπιχθονίοις. | |
οὔθ’ ἅμα παρθενικῇσιν ἐγὼ χορὸν εὐρὺν ἄθυρον, | |
10 | (ἤκαχε γάρ με λυγράν, μῆτερ ἀποφθιμένη) |
οὔτε με νυμφοκόμοις θαλάμοισιν ἐσεῖλκεν ὁ σ[εμνὸς] | |
κουρίδιον γενέτης πρὸς πόσιν ἐρχομένην· | |
ἀλλ’ ἔτι μ’ ἀδμήτην, ἀταλόφρονα, μοῖρ’ ἐκίχανεν | |
Χρυσίδα καὶ γαμίης ἐλπίδος ἐστέρεσεν· | ὀ[κτωκαιδεκ]έτιν δὲ πατὴρ φίλος ἔνθα λάεσσι[ν] | |
15 | ἀϊδίου μνήμης τύνβον ἐπᾶ[ρε κόρῃ]. |