[ ]
Thasos
1 | Αὐρ. Φίλιππος Φιλίππου Ἀβδηρείτης |
ζῶν ἔτι κατεσκεύασεν ἑαυτῷ καὶ γυ- | |
ναικὶ Ἀντωνείνῃ κα[ὶ] τέκνοις ἑαυτοῦ, | |
[ε]ὖ εἰδὼς κληρονόμων τὴν ἐπιλησμοσύνην | | |
5 | καὶ κοινοῦ θανάτου μνημόσυνον προβλέ- |
πων. | εἴ τις δὲ ἕτερος ἕτερον βουληθῇ καταθέσ- | |
θαι πτῶμα, οὗτος δώσει τῇ Θασίων πόλει (δην.) ͵β | |
καὶ τῷ ἱερωτάτῳ ταμείῳ ἄλλα (δην.) ͵β. | |
χαῖρε παροδεῖτα. |