[ ] Thasos
1 Αὐρ. Φίλιππος Φιλίππου Ἀβδηρείτης
ζῶν ἔτι κατεσκεύασεν ἑαυτῷ καὶ γυ-
ναικὶ Ἀντωνείνῃ κα[ὶ] τέκνοις ἑαυτοῦ,
[ε]ὖ εἰδὼς κληρονόμων τὴν ἐπιλησμοσύνην |
5 καὶ κοινοῦ θανάτου μνημόσυνον προβλέ-
πων. | εἴ τις δὲ ἕτερος ἕτερον βουληθῇ καταθέσ-
θαι πτῶμα, οὗτος δώσει τῇ Θασίων πόλει (δην.) ͵β
καὶ τῷ ἱερωτάτῳ ταμείῳ ἄλλα (δην.) ͵β.
         χαῖρε παροδεῖτα.
Search Help
Contact Us