[ ] Thasos
1 Αὐρ[ή]λιος Κασσκέλλιος Γαίου
κατεσκεύασα τὸ σορεῖον τῇ
γλυκυτάτῃ συμβίῳ μου Φλα-
ουίᾳ Ἀρτεμεικλείᾳ καὶ τῇ θυ-
5 γατρὶ μου Αὐρηλίᾳ Μαρκέλλῃ
καὶ ἐγγόνοις μου παιδίο[ι]ς
δυσὶν Αὐρηλίωι Χρυσογόνῳ καὶ
Αὐρηλίῳ Ῥούφῳ. ἰς ὃ οὐ-
δένα ἕτερον βούλομαι πτῶ-
10 μα καταθέσθαι ∙ εἰ δέ τις
τολμήσει, δώσει τῇ Θασίων
πόλει προστίμου (δην.) [͵]ε.
Search Help
Contact Us